Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 15

68.7 πρὸς δὲ τὸ πλῆθος τῶν ἐντρεφομένων ζῴων φοιτῶσιν ἐκ τῆς ἐρήμου λεόντων καὶ λύκων καὶ παρδάλεων ἀγέλαι, πρὸς ἃς οἱ κτηνοτροφοῦντες ἀναγκάζονται καὶ μεθʼ ἡμέραν καὶ νύκτωρ θηριομαχεῖν ὑπὲρ τῶν θρεμμάτων· οὕτω τὸ τῆς χώρας εὐτύχημα τοῖς κατοικοῦσιν ἀτυχίας αἴτιον γίνεται διὰ τὸ τὴν φύσιν ὡς ἐπίπαν τοῖς ἀνθρώποις μετὰ τῶν ἀγαθῶν διδόναι τὰ βλάπτοντα.
44.1 παραπλεύσαντι δὲ τὰ πεδία ταῦτα κόλπος ἐκδέχεται παράδοξον ἔχων τὴν φύσιν. συννεύει μὲν γὰρ εἰς τὸν μυχὸν τῆς χώρας, τῷ μήκει δʼ ἐπὶ σταδίους πεντακοσίους παρεκτείνεται, περικλειόμενος δὲ κρημνοῖς θαυμασίοις τὸ μέγεθος σκολιὸν καὶ δυσέξιτον ἔχει τὸ στόμα· ἁλιτενοῦς γὰρ πέτρας τὸν εἴσπλουν διαλαμβανούσης οὔτʼ εἰσπλεῦσαι δυνατόν ἐστιν εἰς τὸν κόλπον οὔτʼ ἐκπλεῦσαι.
44.2 κατὰ δὲ τὰς τοῦ ῥοῦ προσπτώσεις καὶ τὰς τῶν ἀνέμων μεταβολὰς ὁ κλύδων προσπίπτων τῇ ῥαχίᾳ καχλάζει καὶ τραχύνεται πάντῃ περὶ τὴν παρήκουσαν πέτραν. οἱ δὲ τὴν κατὰ τὸν κόλπον χώραν νεμόμενοι, Βανιζομενεῖς ὀνομαζόμενοι, τὰς τροφὰς ἔχουσι κυνηγοῦντες καὶ σαρκοφαγοῦντες τὰ χερσαῖα ζῷα. ἱερὸν δʼ ἁγιώτατον ἵδρυται, τιμώμενον ὑπὸ πάντων Ἀράβων περιττότερον.
44.3 ἑξῆς δὲ τῇ προειρημένῃ παραλίᾳ νῆσοι τρεῖς ἐπίκεινται, λιμένας ποιοῦσαι πλείους. καὶ τούτων τὴν μὲν πρώτην ἱστοροῦσιν ὑπάρχειν ἱερὰν Ἴσιδος, ἔρημον οὖσαν, παλαιῶν δʼ οἰκιῶν ἔχειν λιθίνας ὑποστάθμας καὶ στήλας γράμμασι βαρβαρικοῖς κεχαραγμένας· ὁμοίως δὲ καὶ τὰς ἄλλας ἐρήμους ὑπάρχειν· πάσας δʼ ἐλαίαις καταπεφυτεῦσθαι διαφόροις τῶν παρʼ ἡμῖν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme