Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 15

 
κατὰ δὲ τὴν ἐπάνοδον τοῦ ζῴου παρεσκευασμένοι τοξότας καὶ σφενδονήτας, ἔτι δὲ ἱππεῖς πολλούς, πρὸς δὲ τούτοις σαλπικτὰς καὶ τὴν ἄλλην ἅπασαν χορηγίαν, ἅμα δὲ τῷ προσπελάζειν τὸ μὲν θηρίον μετεωρότερον τῶν ἱππέων ἐξῆρε τὸν αὐχένα, οἱ δʼ ἐπὶ τὴν θήραν ἠθροισμένοι προσεγγίσαι μὲν οὐκ ἐτόλμων, νενουθετημένοι ταῖς προγεγενημέναις συμφοραῖς, πόρρωθεν δὲ πολλαῖς χερσὶν ἐφʼ ἕνα καὶ μέγαν σκοπὸν βάλλοντες ἐτύγχανον, καὶ τῇ τε τῶν ἱππέων ἐπιφανείᾳ καὶ πλήθει κυνῶν ἀλκίμων, ἔτι δὲ τῷ διὰ τῶν σαλπίγγων ἤχῳ, κατέπληττον τὸ ζῷον. διόπερ ὑποχωροῦντος αὐτοῦ πρὸς τὴν οἰκείαν λόχμην τοσοῦτον ἐπεδίωκον ὥστε μὴ παροξύνειν ἐπὶ πλέον.
 
ὡς δὲ τῆς ἐνῳκοδομημένης φάραγγος ἤγγισεν, ἀθρόως ψόφον μὲν πολὺν διὰ τῶν ὅπλων ἐποίησαν, ταραχὴν δὲ καὶ φόβον διὰ τῆς τῶν ὄχλων ἐπιφανείας καὶ σαλπίγγων. τὸ δὲ θηρίον τὴν μὲν εἴσοδον οὐχ ηὕρισκε, τὴν δὲ τῶν κυνηγῶν ὁρμὴν καταπληττόμενον κατέφυγεν εἰς τὸ πλησίον κατεσκευασμένον στόμιον.
 
πιμπλαμένου δὲ τοῦ πλοκάνου τῇ διαλύσει τῆς σπείρας, ἔφθασαν τῶν κυνηγῶν τινες προσιπτάμενοι, καὶ πρὸ τοῦ στραφῆναι τὸν ὄφιν ἐπὶ τὴν ἔξοδον κατελάβοντο δεσμοῖς τὸ στόμιον πρόμηκες ὂν καὶ πεφιλοτεχνημένον πρὸς ταύτην τὴν ὀξύτητα· ἐξελκύσαντες δὲ τὸ πλόκανον καὶ φάλαγγας ὑποθέντες μετέωρον ἐξῆραν.
 
τὸ δὲ θηρίον ἀπειλημμένον ἐν ἀπεστενωμένῳ τόπῳ παρὰ φύσιν συριγμὸν ἐξαίσιον ἠφίει καὶ τοῖς ὀδοῦσι τὴν περιέχουσαν σχοῖνον κατέσπα, πάντῃ δὲ διασειόμενον προσδοκίαν ἐποίησε τοῖς φέρουσιν ὡς ἐκπηδῆσον ἐκ τοῦ περιέχοντος αὐτὸ φιλοτεχνήματος. διὸ καὶ καταπλαγέντες ἔθεσαν ἐπὶ τὴν γῆν τὸν ὄφιν, καὶ τοὺς περὶ τὴν οὐρὰν τόπους κατακεντοῦντες ἀντιπεριέσπων τοῦ θηρίου τὸν ἀπὸ τῶν ὀδόντων σπαραγμὸν ἐπὶ τὴν αἴσθησιν τῶν ἀλγούντων μερῶν.
 
ἀπενέγκαντες δʼ εἰς τὴν Ἀλεξάνδρειαν ἐδωρήσαντο τῷ βασιλεῖ, παράδοξον θέαμα καὶ τοῖς ἀκούσασιν ἀπιστούμενον. τῇ δʼ ἐνδείᾳ τῆς τροφῆς καταπονήσαντες τὴν ἀλκὴν τοῦ θηρίου τιθασὸν ἐκ τοῦ κατʼ ὀλίγον ἐποίησαν, ὥστε θαυμαστὴν αὐτοῦ γενέσθαι τὴν ἐξημέρωσιν.
 
ὁ δὲ Πτολεμαῖος τοῖς μὲν κυνηγοῖς τὰς ἀξίας ἀπένειμε δωρεάς, τὸν δʼ ὄφιν ἔτρεφε τετιθασευμένον καὶ τοῖς εἰς τὴν βασιλείαν παραβάλλουσι ξένοις μέγιστον παρεχόμενον καὶ παραδοξότατον θέαμα.
 
διόπερ τηλικούτου μεγέθους ὄφεως εἰς ὄψιν κοινὴν κατηντηκότος οὐκ ἄξιον ἀπιστεῖν τοῖς Αἰθίοψιν οὐδὲ μῦθον ὑπολαμβάνειν τὸ θρυλούμενον ὑπʼ αὐτῶν. ἀποφαίνονται γὰρ ὁρᾶσθαι κατὰ τὴν χώραν αὐτῶν ὄφεις τηλικούτους τὸ μέγεθος ὥστε μὴ μόνον βοῦς τε καὶ ταύρους καὶ τῶν ἄλλων ζῴων τὰ τηλικαῦτα τοῖς ὄγκοις ἀναλίσκειν, ἀλλὰ καὶ τοῖς ἐλέφασιν εἰς ἀλκὴν συνίστασθαι, καὶ διὰ μὲν τῆς σπείρας ἐμπλεκομένους τοῖς σκέλεσιν ἐμποδίζειν τὴν κατὰ φύσιν κίνησιν, τὸν δʼ αὐχένα μετεωρίσαντας ὑπὲρ τὴν προβοσκίδα τὴν κεφαλὴν ἐναντίαν ποιεῖν τοῖς τῶν ἐλεφάντων ὄμμασι, διὰ δὲ τοῦ πυρωποῦ τῶν ὀφθαλμῶν ἀστραπῇ παραπλησίας τὰς λαμπηδόνας προβάλλοντας ἀποτυφλοῦν τὴν ὅρασιν, καὶ σφήλαντας ἐπὶ τὴν γῆν σαρκοφαγεῖν τὰ χειρωθέντα τῶν ζῴων. Διευκρινηκότες δʼ ἀρκούντως τὰ περὶ τὴν Αἰθιοπίαν
 
καὶ Τρωγλοδυτικὴν καὶ τὴν ταύταις συνάπτουσαν μέχρι τῆς διὰ καῦμα ἀοικήτου, πρὸς δὲ ταύταις περὶ τῆς παραλίας τῆς παρὰ τὴν Ἐρυθρὰν θάλατταν καὶ τὸ Ἀτλαντικὸν πέλαγος τὸ πρὸς μεσημβρίαν κεκλιμένον, περὶ τοῦ καταλελειμμένου μέρους, λέγω δὲ τοῦ Ἀραβίου κόλπου, ποιησόμεθα τὴν ἀναγραφήν, τὰ μὲν ἐκ τῶν ἐν Ἀλεξανδρείᾳ βασιλικῶν ὑπομνημάτων ἐξειληφότες, τὰ δὲ παρὰ τῶν αὐτοπτῶν πεπυσμένοι.
 
τοῦτο γὰρ τὸ μέρος τῆς οἰκουμένης καὶ τὸ περὶ τὰς Βρεττανικὰς νήσους καὶ τὴν ἄρκτον ἥκιστα πέπτωκεν ὑπὸ τὴν κοινὴν ἀνθρώπων ἐπίγνωσιν. ἀλλὰ περὶ μὲν τῶν πρὸς ἄρκτον κεκλιμένων μερῶν τῆς οἰκουμένης τῶν συναπτόντων τῇ διὰ ψῦχος ἀοικήτῳ διέξιμεν, ὅταν τὰς Γαΐου Καίσαρος πράξεις ἀναγράφωμεν·
 
οὗτος γὰρ τὴν Ῥωμαίων ἡγεμονίαν εἰς ἐκεῖνα τὰ μέρη πορρωτάτω προβιβάσας πάντα τὸν πρότερον ἀγνοούμενον τόπον ἐποίησε πεσεῖν εἰς σύνταξιν ἱστορίας·
 
ὁ δὲ προσαγορευόμενος Ἀράβιος κόλπος ἀνεστόμωται μὲν εἰς τὸν κατὰ μεσημβρίαν κείμενον ὠκεανόν, τῷ μήκει δʼ ἐπὶ πολλοὺς πάνυ παρήκων σταδίους τὸν μυχὸν ἔχει περιοριζόμενον ταῖς ἐσχατιαῖς τῆς Ἀραβίας καὶ Τρωγλοδυτικῆς. εὖρος δὲ κατὰ μὲν τὸ στόμα καὶ τὸν μυχὸν ὑπάρχει περὶ ἑκκαίδεκα σταδίους, ἀπὸ δὲ Πανόρμου λιμένος πρὸς τὴν ἀντιπέρας ἤπειρον μακρᾶς νεὼς διωγμὸν ἡμερήσιον. τὸ δὲ μέγιστόν ἐστι διάστημα κατὰ τὸ Τύρκαιον ὄρος καὶ Μακαρίαν νῆσον πελαγίαν, ὡς ἂν τῶν ἠπείρων οὐχ ὁρωμένων ἀπʼ ἀλλήλων.
 
ἀπὸ δὲ τούτου τὸ πλάτος ἀεὶ μᾶλλον συγκλείεται καὶ τὴν συναγωγὴν ἔχει μέχρι τοῦ στόματος. ὁ δὲ παράπλους αὐτοῦ κατὰ πολλοὺς τόπους ἔχει νήσους μακράς, στενοὺς μὲν διαδρόμους ἐχούσας, ῥοῦν δὲ πολὺν καὶ σφοδρόν. ἡ μὲν οὖν κεφαλαιώδης τοῦ κόλπου τούτου θέσις ὑπάρχει τοιαύτη.
 
ἡμεῖς δʼ ἀπὸ τῶν ἐσχάτων τούτου τοῦ μυχοῦ τόπων ἀρξάμενοι τὸν ἐφʼ ἑκάτερα τὰ μέρη παράπλουν τῶν ἠπείρων καὶ τὰς ἀξιολογωτάτας κατʼ αὐτὰς ἰδιότητας διέξιμεν· πρῶτον δὲ ληψόμεθα τὸ δεξιὸν μέρος, οὗ τὴν παραλίαν τῶν Τρωγλοδυτῶν ἔθνη νέμεται μέχρι τῆς ἐρήμου.
 
ἀπὸ πόλεως τοίνυν Ἀρσινόης κομιζομένοις παρὰ τὴν δεξιὰν ἤπειρον ἐκπίπτει κατὰ πολλοὺς τόπους ἐκ πέτρας εἰς θάλατταν ὕδατα πολλά, πικρᾶς ἁλμυρίδος ἔχοντα γεῦσιν. παραδραμόντι δὲ τὰς πηγὰς ταύτας ὑπέρκειται μεγάλου πεδίου μιλτώδη χρόαν ἔχον ὄρος καὶ τὴν ὅρασιν τῶν ἐπὶ πλέον ἀτενιζόντων εἰς αὐτὸ λυμαινόμενον. ὑπὸ δὲ τὰς ἐσχατιὰς τῆς ὑπωρείας κεῖται λιμὴν σκολιὸν ἔχων τὸν εἴσπλουν, ἐπώνυμος Ἀφροδίτης.
 
ὑπέρκεινται δὲ τούτου νῆσοι τρεῖς, ὧν δύο μὲν πλήρεις εἰσὶν ἐλαιῶν καὶ σύσκιοι, μία δὲ λειπομένη τῷ πλήθει τῶν προειρημένων δένδρων, πλῆθος δʼ ἔχουσα τῶν ὀνομαζομένων μελεαγρίδων.
 
μετὰ δὲ ταῦτα κόλπος ἐστὶν εὐμεγέθης ὁ καλούμενος Ἀκάθαρτος, καὶ πρὸς αὐτῷ βαθεῖα καθʼ ὑπερβολὴν χερρόνησος, ἧς κατὰ τὸν αὐχένα στενὸν ὄντα διακομίζουσι τὰ σκάφη πρὸς τὴν ἀντιπέρας θάλατταν.
 
παρακομισθέντι δὲ τοὺς τόπους τούτους κεῖται νῆσος πελαγία μὲν τῷ διαστήματι, τὸ δὲ μῆκος εἰς ὀγδοήκοντα σταδίους παρεκτείνουσα, καλουμένη δὲ Ὀφιώδης, ἣ τὸ μὲν παλαιὸν ὑπῆρχε πλήρης παντοδαπῶν καὶ φοβερῶν ἑρπετῶν, ἀφʼ ὧν καὶ ταύτης ἔτυχε τῆς προσηγορίας, ἐν δὲ τοῖς μεταγενεστέροις χρόνοις ὑπὸ τῶν κατὰ τὴν Ἀλεξάνδρειαν βασιλέων οὕτως ἐξημερώθη φιλοτίμως ὥστε μηδὲν ἔτι κατʼ αὐτὴν ὁρᾶσθαι τῶν προϋπαρξάντων ζῴων.
 
οὐ παραλειπτέον δʼ ἡμῖν οὐδὲ τὴν αἰτίαν τῆς περὶ τὴν ἡμέρωσιν φιλοτιμίας. εὑρίσκεται γὰρ ἐν τῇ νήσῳ ταύτῃ τὸ καλούμενον τοπάζιον, ὅπερ ἐστὶ λίθος διαφαινόμενος ἐπιτερπής, ὑάλῳ παρεμφερὴς καὶ θαυμαστὴν ἔγχρυσον πρόσοψιν παρεχόμενος.
 
διόπερ ἀνεπίβατος τοῖς ἄλλοις τηρεῖται, θανατουμένου παντὸς τοῦ προσπλεύσαντος ὑπὸ τῶν καθεσταμένων ἐπʼ αὐτῆς φυλάκων. οὗτοι δὲ τὸν ἀριθμὸν ὄντες ὀλίγοι βίον ἔχουσιν ἀτυχῆ. ἵνα μὲν γὰρ μηδεὶς λίθος διακλαπῇ, πλοῖον οὐκ ἀπολείπεται τὸ παράπαν ἐν τῇ νήσῳ· οἱ δὲ παραπλέοντες αὐτὴν διὰ τὸν ἀπὸ τοῦ βασιλέως φόβον πόρρωθεν παραθέουσι· τροφαὶ δὲ αἱ μὲν παρακομιζόμεναι ταχέως ἐκλείπουσιν, ἕτεραι δʼ ἐγχώριοι τὸ σύνολον οὐχ ὑπάρχουσι.
 
διόπερ ὅταν τῶν σιτίων ὀλίγα καταλείπηται, κάθηνται πάντες οἱ κατὰ τὴν κώμην προσδεχόμενοι τὸν τῶν κομιζόντων τὰς τροφὰς κατάπλουν· ὧν βραδυνόντων εἰς τὰς ἐσχάτας ἐλπίδας συστέλλονται.
 
ὁ δὲ προειρημένος λίθος φυόμενος ἐν ταῖς πέτραις τὴν μὲν ἡμέραν διὰ τὸ πνῖγος οὐχ ὁρᾶται, κρατούμενος ὑπὸ τοῦ περὶ τὸν ἥλιον φέγγους, τῆς δὲ νυκτὸς ἐπιγινομένης ἐν σκότει διαλάμπει καὶ πόρρωθεν δῆλός ἐστιν ἐν ᾧ ποτʼ ἂν ᾖ τόπῳ.
 
οἱ δὲ νησοφύλακες κλήρῳ διῃρημένοι τοὺς τόπους ἐφεδρεύουσι, καὶ τῷ φανέντι λίθῳ περιτιθέασι σημείου χάριν ἄγγος τηλικοῦτον ἡλίκον ἂν ᾖ τὸ μέγεθος τοῦ στίλβοντος λίθου· τῆς δʼ ἡμέρας περιιόντες περιτέμνουσι τὸν σημειωθέντα τόπον τῆς πέτρας, καὶ παραδιδόασι τοῖς διὰ τῆς τέχνης δυναμένοις ἐκλεαίνειν τὸ παραδοθὲν οἰκείως.
 
παραπλεύσαντι δὲ τούτους τοὺς τόπους πολλὰ μὲν Ἰχθυοφάγων ἔθνη κατοικεῖ τὴν παράλιον, πολλοὶ δὲ νομάδες Τρωγλοδύται. πρὸς δὲ τούτοις ὄρη παντοῖα ταῖς ἰδιότησιν ὑπάρχει μέχρι λιμένος τοῦ προσαγορευθέντος σωτηρίας, ὃς ἔτυχε τῆς ὀνομασίας ταύτης ἀπὸ τῶν πρώτων πλευσάντων Ἑλλήνων καὶ διασωθέντων.
 
ἀπὸ δὲ τούτων τῶν μερῶν ἄρχεται συναγωγὴν λαμβάνειν ὁ κόλπος καὶ τὴν ἐπιστροφὴν ἐπὶ τὰ κατὰ τὴν Ἀραβίαν μέρη ποιεῖσθαι. καὶ τὴν φύσιν δὲ τῆς χώρας καὶ θαλάττης ἀλλοίαν εἶναι συμβέβηκε διὰ τὴν ἰδιότητα τῶν τόπων·
 
ἥ τε γὰρ ἤπειρος ταπεινὴ καθορᾶται, μηδαμόθεν ἀναστήματος ὑπερκειμένου, ἥ τε θάλαττα τεναγώδης οὖσα τὸ βάθος οὐ πλέον εὑρίσκεται τριῶν ὀργυιῶν, καὶ τῇ χρόᾳ παντελῶς ὑπάρχει χλωρά. τοῦτο δʼ αὐτῇ φασι συμβαίνειν οὐ διὰ τὸ τὴν τῶν ὑγρῶν φύσιν εἶναι τοιαύτην, ἀλλὰ διὰ τὸ πλῆθος τοῦ διαφαινομένου καθʼ ὕδατος μνίου καὶ φύκους.
 
ταῖς μὲν οὖν ἐπικώποις τῶν νεῶν εὔθετός ἐστιν ὁ τόπος, κλύδωνα μὲν οὐκ ἐκ πολλοῦ κυλίων διαστήματος, θήραν δʼ ἰχθύων ἄπλατον παρεχόμενος· αἱ δὲ τοὺς ἐλέφαντας διάγουσαι, διὰ τὰ βάρη βαθύπλοι καθεστῶσαι καὶ ταῖς κατασκευαῖς ἐμβριθεῖς, μεγάλους καὶ δεινοὺς ἐπιφέρουσι κινδύνους τοῖς ἐν αὐταῖς πλέουσι.
 
διάρσει γὰρ ἱστίων θέουσαι καὶ διὰ τὴν τῶν πνευμάτων βίαν πολλάκις νυκτὸς ὠθούμεναι, ὁτὲ μὲν πέτραις προσπεσοῦσαι ναυαγοῦσι, ποτὲ δʼ εἰς τεναγώδεις ἰσθμοὺς ἐμπίπτουσιν· οἱ δὲ ναῦται παρακαταβῆναι μὲν ἀδυνατοῦσι διὰ τὸ πλέον εἶναι τὸ βάθος ἀνδρομήκους, διὰ δὲ τῶν κοντῶν τῷ σκάφει βοηθοῦντες ὅταν μηδὲν ἀνύωσιν, ἐκβάλλουσιν ἅπαντα πλὴν τῆς τροφῆς· οὐδʼ οὕτω δὲ τῆς ἀποστροφῆς τυγχάνοντες εἰς μεγάλην ἀπορίαν ἐμπίπτουσι διὰ τὸ μήτε νῆσον μήτʼ ἄκραν ἠπείρου μήτε ναῦν ἑτέραν πλησίον ὑπάρχουσαν ὁρᾶσθαι· ἄξενοι γὰρ παντελῶς οἱ τόποι καὶ σπανίους ἔχοντες τοὺς ναυσὶ διακομιζομένους.
 
χωρὶς δὲ τούτων τῶν κακῶν ὁ κλύδων ἐν ἀκαρεῖ χρόνῳ τῷ κύτει τῆς νεὼς τοσοῦτο πλῆθος ἅμμου προσβάλλει καὶ συσσωρεύει παραδόξως ὥστε τὸν κύκλῳ τόπον περιχώννυσθαι καὶ τὸ σκάφος ὥσπερ ἐπίτηδες ἐνδεσμεύεσθαι τῇ χέρσῳ.
 
οἱ δὲ τούτῳ τῷ συμπτώματι περιπεσόντες τὸ μὲν πρῶτον μετρίως ὀδύρονται πρὸς κωφὴν ἐρημίαν, οὐ παντελῶς μὲν ἀπεγνωκότες εἰς τέλος τὴν σωτηρίαν· πολλάκις γὰρ τοῖς τοιούτοις ἐπιφανεὶς ὁ τῆς πλημυρίδος κλύδων ἐξῆρεν εἰς ὕψος, καὶ τοὺς ἐσχάτως κινδυνεύοντας ὡσπερεὶ θεὸς ἐπιφανεὶς διεφύλαξεν· ὅταν δὲ ἀπὸ μὲν τῶν θεῶν ἡ προειρημένη μὴ παρακολουθήσῃ βοήθεια, τὰ δὲ τῆς τροφῆς λίπῃ, τοὺς μὲν ἀσθενεστέρους οἱ κατισχύοντες ἐκβάλλουσιν εἰς θάλατταν, ὅπως τοῖς ὀλίγοις τὰ λειπόμενα τῶν ἀναγκαίων πλείονας ἡμέρας ἀντέχῃ, πέρας δὲ πάσας τὰς ἐλπίδας ἐξαλείψαντες ἀπόλλυνται πολὺ χεῖρον τῶν προαποθανόντων· οἱ μὲν γὰρ ἐν ἀκαρεῖ χρόνῳ τὸ πνεῦμα τῇ δούσῃ φύσει πάλιν ἀπέδωκαν, οἱ δʼ εἰς πολλὰς ταλαιπωρίας καταμερίσαντες τὸν θάνατον πολυχρονίους τὰς συμφορὰς ἔχοντες τῆς τοῦ βίου καταστροφῆς τυγχάνουσι.
 
τὰ δὲ σκάφη ταῦτα τῶν ἐπιβατῶν οἰκτρῶς στερηθέντα, καθάπερ τινὰ κενοτάφια, διαμένει πολὺν χρόνον πανταχόθεν περιχωννύμενα, τοὺς δʼ ἱστοὺς καὶ τὰς κεραίας μετεώρους ἔχοντα πόρρωθεν τοὺς ὁρῶντας εἰς οἶκτον καὶ συμπάθειαν ἄγει τῶν ἀπολωλότων πρόσταγμα γάρ ἐστι βασιλέως ἐᾶν τὰ τοιαῦτα συμπτώματα τοῖς πλέουσι διασημαίνειν τοὺς τὸν ὄλεθρον περιποιοῦντας τόπους.
 
παρὰ δὲ τοῖς πλησίον κατοικοῦσιν Ἰχθυοφάγοις παραδέδοται λόγος, ἐκ προγόνων ἔχων φυλαττομένην τὴν φήμην, ὅτι μεγάλης τινὸς γενομένης ἀμπώτεως ἐγεώθη τοῦ κόλπου πᾶς ὁ τόπος ὁ τὴν χλωρὰν ἔχων τοῦ τύπου πρόσοψιν, μεταπεσούσης τῆς θαλάττης εἰς τἀναντία μέρη, καὶ φανείσης τῆς ἐπὶ τῷ βυθῷ χέρσου πάλιν ἐπελθοῦσαν ἐξαίσιον πλήμην ἀποκαταστῆσαι τὸν πόρον εἰς τὴν προϋπάρχουσαν τάξιν.
 
ἀπὸ δὲ τούτων τῶν τόπων τὸν μὲν ἀπὸ Πτολεμαΐδος παράπλουν ἕως τῶν Ταύρων ἀκρωτηρίων προειρήκαμεν, ὅτε Πτολεμαίου τὴν τῶν ἐλεφάντων θήραν ἀπηγγείλαμεν· ἀπὸ δὲ τῶν Ταύρων ἐπιστρέφει μὲν ἡ παράλιος πρὸς τὰς ἀνατολάς, κατὰ δὲ τὴν θερινὴν τροπὴν αἱ σκιαὶ πίπτουσι πρὸς μεσημβρίαν ἐναντίως ταῖς παρʼ ἡμῖν ἄχρι πρὸς ὥραν δευτέραν.
 
ἔχει δὲ καὶ ποταμοὺς ἡ χώρα, ῥέοντας ἐκ τῶν ὀρῶν τῶν προσαγορευομένων Ψεβαίων. διείληπται δὲ καὶ πεδίοις μεγάλοις φέρουσι μαλάχης καὶ καρδάμου καὶ φοίνικος ἄπιστα μεγέθη· ἐκφέρει δὲ καὶ καρποὺς παντοίους, τὴν μὲν γεῦσιν ἔχοντας νωθράν, ἀγνοουμένους δὲ παρʼ ἡμῖν.
 
ἡ δὲ πρὸς τὴν μεσόγειον ἀνατείνουσα πλήρης ἐστὶν ἐλεφάντων καὶ ταύρων ἀγρίων καὶ λεόντων καὶ πολλῶν ἄλλων παντοδαπῶν θηρίων ἀλκίμων. ὁ δὲ πόρος νήσοις διείληπται καρπὸν μὲν οὐδένα φερούσαις ἥμερον, ἐκτρεφούσαις δʼ ὀρνέων ἴδια γένη καὶ ταῖς προσόψεσι θαυμαστά.
 
ἡ δʼ ἑξῆς θάλαττα βαθεῖα παντελῶς ἐστι, καὶ κήτη φέρει παντοδαπὰ παράδοξα τοῖς μεγέθεσιν, οὐ μέντοι λυποῦντα τοὺς ἀνθρώπους, ἐὰν μή τις ἀκουσίως αὐτῶν ταῖς λοφιαῖς περιπέσῃ· οὐ δύνανται γὰρ διώκειν τοὺς πλέοντας, ὡς ἂν κατὰ τὴν ἐκ τῆς θαλάττης ἄρσιν ἀμαυρουμένων αὐτοῖς τῶν ὀμμάτων ὑπὸ τοῦ κατὰ τὸν ἥλιον φέγγους. ταῦτα μὲν οὖν τὰ μέρη τῆς Τρωγλοδυτικῆς ἔσχατα γνωρίζεται, περιγραφόμενα ταῖς ἄκραις ἃς ὀνομάζουσι Ψεβαίας.
 
τὸ δʼ ἄλλο μέρος τῆς ἀντιπέρας παραλίου τὸ προσκεκλιμένον Ἀραβίᾳ πάλιν ἀναλαβόντες ἀπὸ τοῦ μυχοῦ διέξιμεν. οὗτος γὰρ ὀνομάζεται Ποσείδειον, ἱδρυσαμένου Ποσειδῶνι πελαγίῳ βωμὸν Ἀρίστωνος τοῦ πεμφθέντος ὑπὸ Πτολεμαίου πρὸς κατασκοπὴν τῆς ἕως ὠκεανοῦ παρηκούσης Ἀραβίας.
 
ἑξῆς δὲ τοῦ μυχοῦ τόπος ἐστὶ παραθαλάττιος ὁ τιμώμενος ὑπὸ τῶν ἐγχωρίων διαφερόντως διὰ τὴν εὐχρηστίαν τὴν ἐξ αὐτοῦ. οὗτος δʼ ὀνομάζεται μὲν Φοινικών, ἔχει δὲ πλῆθος τούτου τοῦ φυτοῦ πολύκαρπον καθʼ ὑπερβολὴν καὶ πρὸς ἀπόλαυσιν καὶ τρυφὴν διαφέρον.
 
πᾶσα δʼ ἡ σύνεγγυς χώρα σπανίζει ναματιαίων ὑδάτων καὶ διὰ τὴν πρὸς μεσημβρίαν ἔγκλισιν ἔμπυρος ὑπάρχει· διὸ καὶ τὸν κατάφυτον τόπον, ἐν ἀπανθρωποτάτοις ὄντα μέρεσι καὶ χορηγοῦντα τὰς τροφάς, εἰκότως οἱ βάρβαροι καθιερώκασι. καὶ γὰρ ὕδατος οὐκ ὀλίγαι πηγαὶ καὶ λιβάδες ἐκπίπτουσιν ἐν αὐτῷ, ψυχρότητι χιόνος οὐδὲν λειπόμεναι· αὗται δʼ ἐφʼ ἑκάτερα τὰ μέρη τὰ κατὰ τὴν γῆν χλοερὰ ποιοῦσι καὶ παντελῶς ἐπιτερπῆ τὸν τόπον.
 
ἔστι δὲ καὶ βωμὸς ἐκ στερεοῦ λίθου παλαιὸς τοῖς χρόνοις, ἐπιγραφὴν ἔχων ἀρχαίοις γράμμασιν ἀγνώστοις. ἐπιμέλονται δὲ τοῦ τεμένους ἀνὴρ καὶ γυνή, διὰ βίου τὴν ἱερωσύνην ἔχοντες. μακρόβιοι δʼ εἰσὶν οἱ τῇδε κατοικοῦντες, καὶ τὰς κοίτας ἐπὶ τῶν δένδρων ἔχουσι διὰ τὸν ἀπὸ τῶν θηρίων φόβον.
 
παραπλεύσαντι δὲ τὸν Φοινικῶνα πρὸς ἀκρωτηρίῳ τῆς ἠπείρου νῆσός ἐστιν ἀπὸ τῶν ἐναυλιζομένων ἐν αὐτῇ ζῴων Φωκῶν νῆσος ὀνομαζομένη· τοσοῦτο γὰρ πλῆθος τῶν θηρίων τούτων ἐνδιατρίβει τοῖς τόποις ὥστε θαυμάζειν τοὺς ἰδόντας. τὸ δὲ προκείμενον ἀκρωτήριον τῆς νήσου κεῖται κατὰ τὴν καλουμένην Πέτραν καὶ τὴν Παλαιστίνην τῆς Ἀραβίας· εἰς γὰρ ταύτην τόν τε λίβανον καὶ τἄλλα φορτία τὰ πρὸς εὐωδίαν ἀνήκοντα κατάγουσιν, ὡς λόγος, ἐκ τῆς ἄνω λεγομένης Ἀραβίας οἵ τε Γερραῖοι καὶ Μιναῖοι.
1 / 7 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme