Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 14

31.6 τὸ δὲ τῶν πεζῶν στρατόπεδον εἰς δύο φάλαγγας διῄρητο, τήν τε τῶν βαρβάρων καὶ τὴν τῶν συμμαχούντων Ἑλλήνων. παρηκολούθει δὲ καὶ πλῆθος ὄχλου παντοδαπὸν ἐκτὸς τῆς τάξεως ὠφελείας ἕνεκα, χρείαν μὲν στρατιωτικὴν οὐδεμίαν παρεχόμενον, θορύβου δὲ καὶ ταραχῆς ἀλόγου γινόμενον αἴτιον, ἐξ ὧν πολλάκις ὁλοσχερέστεροι συμβαίνουσι κίνδυνοι.
36.7 στήσας δὲ μηχανὰς τὸ τεῖχος κατὰ πλείονας τόπους ἐσάλευε, καὶ πολλῷ πλήθει διαγωνιζόμενος ἐκ διαδοχῆς κατεπόνει τοὺς πολιορκουμένους, ἅτε καὶ τῶν στρατιωτῶν ἐπηρμένων ταῖς εὐτυχίαις.
32.7 καὶ τότε δὲ τῶν ὁδῶν στενῶν οὐσῶν καὶ τραχειῶν οἱ μὲν τὰ σκευοφόρα κομίζοντες καὶ τῶν ἐκτὸς τῆς τάξεως συνακολουθούντων τινὲς ἐβάδιζον πρὸς ἀλλήλους φιλοτιμούμενοι περὶ τῆς ὁδοιπορίας· στενοχωρουμένου δὲ τοῦ πλήθους καὶ διὰ τοῦτό τισιν ἐγγενομένης ἁψιμαχίας καὶ πολλῶν ἑκατέροις παραβοηθούντων κραυγὴ καὶ πολὺς θόρυβος κατεῖχε τὸ στρατόπεδον.
36.8 ὑπώρυττε δὲ καὶ τὰ τείχη, καὶ ξύλοις ὑπήρειδεν, ὧν ἐμπρησθέντων ταχὺ πολὺ μέρος τοῦ τείχους ἔπεσεν. ἔνθα δὴ συνέβαινε καρτερωτάτην μάχην γίνεσθαι, τῶν μὲν βιαζομένων ἐντὸς τοῦ τείχους παρεισπεσεῖν, τῶν δὲ φοβουμένων μὴ ταὐτὰ πάθωσι τοῖς Σελινουντίοις.
32.8 καθʼ ὃν δὴ χρόνον οἱ κατειληφότες τὸν Εὐρύηλον Συρακόσιοι μετὰ θορύβου προσιόντας τοὺς πολεμίους αἰσθόμενοι καὶ τόπους ἔχοντες ὑπερδεξίους ὥρμησαν ἐπὶ τοὺς πολεμίους.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme