Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 14

57.1 διὸ καὶ τῆς πόλεως καταλαμβανομένης παρὰ μὲν τοῖς Ἕλλησιν ἦν ὀδυρμοὺς καὶ δάκρυα θεωρεῖν, παρὰ δὲ τοῖς βαρβάροις ἀλαλαγμὸς ἦν καὶ βοὴ σύμμικτος· οἱ μὲν γὰρ τὸ μέγεθος τῆς περιεστώσης συμφορᾶς ἐν ὀφθαλμοῖς ἔχοντες περιδεεῖς ἦσαν, οἱ δὲ τοῖς εὐημερήμασιν ἐπηρμένοι σφάττειν παρεκελεύοντο.
29.3 κατὰ δὲ τὴν Ἰταλίαν οἱ τῶν Ῥωμαίων ὕπατοι μετὰ δυνάμεως ἐμβαλόντες εἰς τὴν Ἰταλίαν ἐνίκησαν μάχῃ Σαμνίτας περὶ τὸ καλούμενον Τάλιον. τῶν δʼ ἡττηθέντων καταλαμβανομένων τὸν Ἱερὸν λόφον ὀνομαζόμενον τότε μὲν τῆς νυκτὸς ἐπιλαβούσης οἱ Ῥωμαῖοι πρὸς τὴν ἰδίαν στρατοπεδείαν ἀπεχώρησαν, τῇ δʼ ὑστεραίᾳ πάλιν μάχης γενομένης πολλοὶ μὲν ἀνῃρέθησαν τῶν Σαμνιτῶν, αἰχμάλωτοι δʼ ἐλήφθησαν ὑπὲρ τοὺς δισχιλίους καὶ διακοσίους.
57.2 εἰς δὲ τὴν ἀγορὰν συνδραμόντων τῶν Σελινουντίων, οὗτοι μὲν ἐνταῦθα μαχόμενοι πάντες ἀνῃρέθησαν· οἱ δὲ βάρβαροι σκεδασθέντες καθʼ ὅλην τὴν πόλιν τὴν μὲν ἐν ταῖς οἰκίαις εὐδαιμονίαν συνήρπασαν, τῶν δὲ ἐγκαταληφθέντων σωμάτων ἃ μὲν ταῖς οἰκίαις συγκατέκαιον, τῶν δʼ εἰς τὰς ὁδοὺς βιαζομένων οὐ διακρίνοντες οὔτε φύσιν οὔθʼ ἡλικίαν, ἀλλʼ ὁμοίως παῖδας νηπίους, γυναῖκας, πρεσβύτας ἐφόνευον, οὐδεμίαν συμπάθειαν λαμβάνοντες.
29.4 τοιούτων δὲ προτερημάτων γενομένων τοῖς Ῥωμαίοις ἀδεῶς ἤδη τῶν ὑπαίθρων συνέβαινε κυριεύειν τοὺς ὑπάτους καὶ τὰς ἀπειθούσας τῶν πόλεων χειροῦσθαι. Καταράκταν μὲν οὖν καὶ Κεραυνιλίαν ἐκπολιορκήσαντες φρουροὺς ἐπέθηκαν, τῶν δʼ ἄλλων τινὰς πείσαντες προσηγάγοντο.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme