Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 14

28.2 συνεπελάβετο δὲ τῆς γνώμης ταύτης καὶ Κλεοφῶν, μέγιστος ὢν τότε δημαγωγός. ὃς παρελθὼν καὶ πολλὰ πρὸς τὴν ὑπόθεσιν οἰκείως διαλεχθεὶς ἐμετεώρισε τὸν δῆμον, τὸ μέγεθος τῶν εὐημερημάτων προφερόμενος, ὥσπερ τῆς τύχης οὐκ ἐναλλὰξ εἰθισμένης βραβεύειν τὰ κατὰ πόλεμον προτερήματα.
23.3 τῶν δὲ βασιλείων πεπληρωμένων φόνων καὶ συμπτωμάτων ἀπροσδοκήτων οἱ τοῦ Νικοκλέους ἀδελφοὶ συγκλείσαντες τὰς θύρας τὴν μὲν οἰκίαν ἐνέπρησαν, ἑαυτοὺς δʼ ἀπέσφαξαν. ἡ μὲν οὖν τῶν ἐν Πάφῳ βασιλέων οἰκία τραγικοῖς συγκυρήσασα πάθεσι τὸν εἰρημένον τρόπον κατελύθη. ἡμεῖς δὲ τὴν ἀπαγγελίαν τῶν κατὰ τὴν Κύπρον γεγονότων διελθόντες ἐπὶ τὰς συνεχεῖς πράξεις μεταβιβάσομεν τὸν λόγον.
28.3 Ἀθηναῖοι μὲν οὖν κακῶς βουλευσάμενοι μετενόησαν ὅτε οὐδὲν ὄφελος, καὶ λόγοις πρὸς ἀρέσκειαν εἰρημένοις ἐξαπατηθέντες οὕτως ἔπταισαν τοῖς ὅλοις, ὥστε μηκέτι δύνασθαι πώποτε αὑτοὺς γνησίως ἀναλαβεῖν.
22.1 περὶ γὰρ τοὺς αὐτοὺς καιροὺς ἐν τῷ Πόντῳ μετὰ τὴν Παρυσάδου τελευτήν, ὃς ἦν βασιλεὺς τοῦ Κιμμερικοῦ Βοσπόρου, διετέλουν οἱ παῖδες αὐτοῦ διαπολεμοῦντες πρὸς ἀλλήλους ὑπὲρ τῆς ἡγεμονίας, Εὔμηλός τε καὶ Σάτυρος καὶ Πρύτανις.
30.4 ἀλλὰ ταῦτα μὲν ὕστερον πραχθέντα τεύξεται λόγου κατὰ τοὺς ἰδίους χρόνους· τότε δὲ οἱ Ἀθηναῖοι τοῖς τε εὐημερήμασιν ἐπαρθέντες καὶ πολλὰς καὶ μεγάλας ἐλπίδας ἔχοντες ἐν τῷ τὸν Ἀλκιβιάδην ἀφηγεῖσθαι τῶν ἰδίων δυνάμεων, ταχέως ᾤοντο τὴν ἡγεμονίαν ἀνακτήσασθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme