Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 14

34.9 λέγεται δὲ καὶ τὸ δέρμα ἄτρωτον ἔχειν· πολλῶν γοῦν ἐπιβεβλημένων λαβεῖν ὑποχείριον μηδένα κατισχυκέναι. τὸ δʼ εἰς ὄρυγμα πεσὸν ἢ διʼ ἄλλης ἀπάτης χειρωθὲν ὑπὸ τοῦ θυμοῦ γίνεται περιπνιγές, καὶ τῆς ἐλευθερίας οὐδαμῶς ἀλλάττεται τὴν ἐν τῷ τιθασεύεσθαι φιλανθρωπίαν. διόπερ εἰκότως οἱ Τρωγλοδύται τοῦτο τὸ θηρίον κράτιστον κρίνουσιν, ὡς ἂν τῆς φύσεως αὐτῷ δεδωρημένης ἀλκὴν μὲν λέοντος, ἵππου δὲ τάχος, ῥώμην δὲ ταύρου, τῆς δὲ πάντων κρατίστης σιδήρου φύσεως οὐχ ἡττώμενον.
26.6 παραβοηθούντων δὲ τῶν πεζῶν ἀπὸ τῆς γῆς τοῖς Πελοποννησίοις πολὺς ἐγένετο φόνος, ὡς ἂν τῶν μὲν Ἀθηναίων διὰ τὸ προτέρημα θρασύτερον ἢ συμφορώτερον ἀγωνιζομένων, τῶν δὲ Πελοποννησίων πολὺ τοῖς πλήθεσιν ὑπεραγόντων· καὶ γὰρ τὸ τοῦ Φαρναβάζου στρατόπεδον παρεβοήθει τοῖς Λακεδαιμονίοις, καὶ τὴν μάχην ἐκ τῆς γῆς ποιούμενον τὴν στάσιν εἶχεν ἀσφαλεστέραν.
34.10 ὁ δὲ λεγόμενος παρʼ Αἰθίοψι κροκόττας μεμιγμένην μὲν ἔχει φύσιν κυνὸς καὶ λύκου, τὴν δʼ ἀγριότητα φοβερωτέραν ἀμφοτέρων, τοῖς δὲ ὀδοῦσι πάντων ὑπεράγει· πᾶν γὰρ ὀστῶν μέγεθος συντρίβει ῥᾳδίως. καὶ τὸ καταποθὲν διὰ τῆς κοιλίας πέττει παραδόξως· τοῦτο δὲ τὸ ζῷον τῶν ψευδῶς παραδοξολογούντων ἱστοροῦντες ἔνιοι μιμεῖσθαι τὴν τῶν ἀνθρώπων διάλεκτον ἡμᾶς μὲν οὐ πείθουσιν.
26.7 Θρασύβουλος δὲ θεωρῶν τοὺς πεζοὺς τοῖς πολεμίοις βοηθοῦντας, καὶ τοὺς λοιποὺς τῶν ἐπιβατῶν ἀπεβίβασεν εἰς τὴν γῆν, σπεύδων βοηθῆσαι τοῖς περὶ τὸν Ἀλκιβιάδην· τῷ δὲ Θηραμένει παρεκελεύσατο τοῖς περὶ Χαιρέαν πεζοῖς συνάψαντα τὴν ταχίστην ἥκειν, ὅπως πεζῇ διαγωνίσωνται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme