Book 14
57.8
διόπερ τῆς διαφορᾶς τῆς τῶν ἀέρων ἐν ὀλίγῳ διαστήματι μεγάλης οὔσης οὐδὲν παράδοξον καὶ τὴν δίαιταν καὶ τοὺς βίους, ἔτι δὲ τὰ σώματα πολὺ διαλλάττειν τῶν παρʼ ἡμῖν.
24.3
ὅθεν αὐτοὶ μὲν καθελκύσαντες τὰς οὔσας ἐν Σηστῷ ναῦς περιέπλευσαν τὴν Χερρόνησον καὶ καθωρμίσθησαν εἰς Καρδίαν· εἰς δὲ Θρᾴκην πρὸς Θρασύβουλον καὶ Θηραμένην ἔπεμψαν τριήρεις, παρακαλοῦντες μετὰ τοῦ στόλου τὴν ταχίστην ἥκειν· μετεπέμψαντο δὲ καὶ τὸν Ἀλκιβιάδην ἐκ Λέσβου μεθʼ ὧν εἶχε νεῶν, καὶ συνήχθη πᾶς ὁ στόλος εἰς ἕνα τόπον, σπευδόντων τῶν στρατηγῶν περὶ τῶν ὅλων διακινδυνεῦσαι.
35.1
ἐπεὶ δὲ τῶν ἐθνῶν καὶ βίων τὰ κεφάλαια τῶν δοκούντων εἶναι παραδόξων διεληλύθαμεν, περὶ τῶν ὄντων θηρίων τῶν κατὰ τὰς ὑποκειμένας χώρας ἐν μέρει διέξιμεν.
24.4
Μίνδαρος δʼ ὁ τῶν Λακεδαιμονίων ναύαρχος πλεύσας εἰς Κύζικον πᾶσαν τὴν δύναμιν ἐξεβίβασε καὶ τὴν πόλιν περιεστρατοπέδευσεν. παρεγενήθη δὲ καὶ Φαρνάβαζος μετὰ πολλῆς στρατιᾶς, μεθʼ οὗ πολιορκήσας Μίνδαρος εἷλε τὴν Κύζικον κατὰ κράτος.
35.2
ἔστι γὰρ ζῷον ὃ καλεῖται μὲν ἀπὸ τοῦ συμβεβηκότος ῥινόκερως, ἀλκῇ δὲ καὶ βίᾳ παραπλήσιον ὂν ἐλέφαντι, τῷ δὲ ὕψει ταπεινότερον, τὴν μὲν δορὰν ἰσχυροτάτην ἔχει, τὴν δὲ χρόαν πυξοειδῆ. ἐπὶ δʼ ἄκρων τῶν μυκτήρων φέρει κέρας τῷ τύπῳ σιμόν, τῇ δὲ στερεότητι σιδήρῳ παρεμφερές.
24.5
οἱ δὲ τῶν Ἀθηναίων στρατηγοὶ κρίναντες ἐπὶ Κύζικον πλεῖν, ἀνήχθησαν μετὰ πασῶν τῶν νεῶν καὶ τὴν Χερρόνησον περιέπλεον. καὶ πρῶτον μὲν εἰς Ἐλεοῦντα παρεγένοντο· μετὰ δὲ ταῦτα ἐφιλοτιμήθησαν νυκτὸς τὴν τῶν Ἀβυδηνῶν πόλιν παραπλεῦσαι πρὸς τὸ μὴ κατανοηθῆναι τὸ πλῆθος τῶν νεῶν ὑπὸ τῶν πολεμίων.