Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 14

31.4 τὰ μὲν οὖν τελευταῖα γένη τῶν πρὸς μεσημβρίαν οἰκούντων ἐν μορφαῖς ἀνθρώπων τὸν βίον ἔχει θηριώδη· λείπεται δὲ διελθεῖν ὑπὲρ δύο ἐθνῶν, τῶν τε Αἰθιόπων καὶ τῶν Τρωγλοδυτῶν. ἀλλὰ περὶ μὲν Αἰθιόπων ἀναγεγράφαμεν ἐν ἄλλοις, περὶ δὲ τῶν Τρωγλοδυτῶν νῦν ἐροῦμεν.
32.1 οἱ τοίνυν Τρωγλοδύται προσαγορεύονται μὲν ὑπὸ τῶν Ἑλλήνων Νομάδες, βίον δʼ ἔχοντες ἀπὸ θρεμμάτων νομαδικὸν κατὰ συστήματα τυραννοῦνται, καὶ μετὰ τῶν τέκνων τὰς γυναῖκας ἔχουσι κοινὰς πλὴν μιᾶς τῆς τοῦ τυράννου· τὸν δὲ ταύτῃ πλησιάσαντα πρόστιμον ὁ δυνάστης πράττεται τεταγμένον ἀριθμὸν προβάτων.
32.2 κατὰ δὲ τὸν τῶν ἐτησίων καιρὸν γινομένων παρʼ αὐτοῖς ὄμβρων μεγάλων, ἀφʼ αἵματος καὶ γάλακτος διατρέφονται, μίσγοντες ταῦτα καὶ βραχὺν χρόνον ἑψήσαντες. μετὰ δὲ ταῦτα διὰ τὴν τῶν καυμάτων ὑπερβολὴν τῆς νομῆς ξηραινομένης καταφεύγουσιν εἰς τοὺς ἑλώδεις τόπους, καὶ περὶ τῆς τῆς χώρας νομῆς πρὸς ἀλλήλους διαμάχονται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme