Book 13
ἃ δὴ πυθόμενοι οἱ Καρχηδόνιοι πᾶσαν τὴν δύναμιν προήγαγον ἐπὶ τὸν Τύνητα καὶ τῆς μὲν Ἀγαθοκλέους στρατοπεδείας ἐκυρίευσαν, τῇ πόλει δὲ μηχανὰς προσαγαγόντες συνεχεῖς προσβολὰς ἐποιοῦντο.
ὁ δʼ Ἀγαθοκλῆς, ἀπαγγειλάντων τινῶν αὐτῷ τὰ περὶ τοὺς ἰδίους ἐλαττώματα, τὸ μὲν πολὺ τῆς δυνάμεως κατέλιπεν ἐπὶ τῆς πολιορκίας, τὴν δὲ θεραπείαν καὶ τῶν στρατιωτῶν ὀλίγους ἀναλαβὼν λάθρᾳ προσῆλθεν ἐπί τινα τόπον ὀρεινόν, ὅθεν ὁρᾶσθαι δυνατὸν ἦν αὐτὸν ὑπό τε τῶν Ἀδρυμητινῶν καὶ τῶν Καρχηδονίων τῶν τὸν Τύνητα πολιορκούντων.
νυκτὸς δὲ συντάξας τοῖς στρατιώταις ἐπὶ πολὺν τόπον πυρὰ κάειν, δόξαν ἐν εποίησε τοῖς μὲν Καρχηδονίοις ὡς μετὰ μεγάλης δυνάμεως ἐπʼ αὐτοὺς πορευόμενος, τοῖς δὲ πολιορκουμένοις ὡς ἄλλης δυνάμεως ἁδρᾶς τοῖς πολεμίοις εἰς συμμαχίαν παραγεγενημένης.
ἀμφότεροι δὲ τῷ ψεύδει τοῦ στρατηγήματος παραλογισθέντες παραλόγως ἠλαττώθησαν, οἱ μὲν τὸν Τύνητα πολιορκοῦντες φυγόντες εἰς Καρχηδόνα καὶ τὰς μηχανὰς ἀπολιπόντες, οἱ δʼ Ἀδρυμητινοὶ διὰ τὸν φόβον παραδόντες τὴν πατρίδα.
Ἀγαθοκλῆς δὲ ταύτην διʼ ὁμολογίας παραλαβὼν Θάψον εἷλε κατὰ κράτος καὶ τῶν ἄλλων τῶν ταύτῃ πόλεων ἃς μὲν ἐξεπολιόρκησεν, ἃς δὲ προσηγάγετο· τὰς ἁπάσας δὲ πόλεις πλείους τῶν διακοσίων κεχειρωμένος εἰς τοὺς ἄνω τόπους τῆς Λιβύης διενοεῖτο στρατεύειν.
ἀναζεύξαντος οὖν αὐτοῦ καὶ πλείους ἡμέρας ὁδοιποροῦντος Καρχηδόνιοι τὴν ἐκ Σικελίας διακομισθεῖσαν δύναμιν καὶ τὴν ἄλλην στρατιὰν προαγαγόντες πάλιν τὸν Τύνητα πολιορκεῖν ἐπεχείρησαν καὶ τῶν χωρίων οὐκ ὀλίγα τῶν ὑπὸ τοὺς πολεμίους ὄντων ἀνεκτήσαντο. Ἀγαθοκλῆς δέ, βιβλιαφόρων αὐτῷ παραγεγενημένων ἀπὸ τοῦ Τύνητος καὶ τὰ πεπραγμένα τοῖς Φοίνιξι διασαφούντων, εὐθὺς ἀνέστρεψεν.
ὡς δʼ ἀπέσχε τῶν πολεμίων σταδίους διακοσίους, κατεστρατοπέδευσε καὶ τοῖς στρατιώταις πυρὰ κάειν ἀπηγόρευσεν. χρησάμενος δὲ νυκτοπορίᾳ προσέπεσεν ἅμʼ ἡμέρᾳ τοῖς τε προνομεύουσι τὴν χώραν καὶ τοῖς ἐκτὸς τῆς παρεμβολῆς ἄνευ τάξεως πλανωμένοις καὶ φονεύσας μὲν ὑπὲρ δισχιλίους, ζωγρήσας δʼ οὐκ ὀλίγους πολλὰ πρὸς τὸ μέλλον ἐπλεονέκτησεν.
οἱ γὰρ Καρχηδόνιοι τῆς ἐκ Σικελίας προσγενομένης βοηθείας καὶ τῶν κατὰ Λιβύην συμμάχων συναγωνιζομένων ἐδόκουν ὑπερέχειν τῶν περὶ τὸν Ἀγαθοκλέα· τούτου δὲ ἐπὶ τοῦ προτερήματος γενομένου πάλιν συνεστάλη τὰ φρονήματα τῶν βαρβάρων. καὶ γὰρ Αἰλύμαν τὸν βασιλέα τῶν Λιβύων ἀποστάτην γενόμενον ἐνίκησεν μάχῃ καὶ τόν τε δυνάστην καὶ πολλοὺς τῶν βαρβάρων ἀνεῖλεν. καὶ τὰ μὲν περὶ Σικελίαν καὶ Λιβύην ἐν τούτοις ἦν.
κατὰ δὲ τὴν Μακεδονίαν Κάσανδρος μὲν βοηθήσας Αὐδολέοντι τῷ Παιόνων βασιλεῖ διαπολεμοῦντι πρὸς Αὐταριάτας, τοῦτον μὲν ἐκ τῶν κινδύνων ἐρρύσατο, τοὺς δὲ Αὐταριάτας σὺν τοῖς ἀκολουθοῦσι παισὶ καὶ γυναιξὶν ὄντας εἰς δισμυρίους κατῴκισεν παρὰ τὸ καλούμενον Ὀρβηλὸν ὄρος.
τούτου δὲ περὶ ταῦτʼ ὄντος κατὰ μὲν τὴν Πελοπόννησον Πτολεμαῖος ὁ στρατηγὸς Ἀντιγόνου δυνάμεις πεπιστευμένος καὶ τῷ δυνάστῃ προσκόψας ὡς οὐ κατὰ τὴν ἀξίαν τιμώμενος Ἀντιγόνου μὲν ἀπέστη, πρὸς δὲ Κάσανδρον συμμαχίαν ἐποιήσατο. καταλελοιπὼς δὲ τῆς ἐφʼ Ἑλλησπόντῳ σατραπείας ἐπιστάτην Φοίνικα, ἕνα τῶν πιστοτάτων φίλων, ἀπέστειλεν αὐτῷ στρατιώτας, ἀξιῶν διαφυλάττειν τὰ φρούρια καὶ τὰς πόλεις καὶ μὴ προσέχειν Ἀντιγόνῳ.
τῶν δὲ κοινῶν συνθηκῶν τοῖς ἡγεμόσι περιεχουσῶν ἐλευθέρας ἀφεῖσθαι τὰς Ἑλληνίδας πόλεις, οἱ περὶ Πτολεμαῖον τὸν Αἰγύπτου δυνάστην, ἐγκαλέσαντες Ἀντιγόνῳ διότι φρουραῖς τινας διείληφε τῶν πόλεων,
πολεμεῖν παρεσκευάζοντο. καὶ τὴν μὲν δύναμιν ἐξαποστείλας Πτολεμαῖος καὶ στρατηγὸν Λεωνίδην τὰς ἐν τῇ τραχείᾳ Κιλικίᾳ πόλεις οὔσας ὑπʼ Ἀντίγονον ἐχειρώσατο, διεπέμπετο δὲ καὶ εἰς τὰς ὑπὸ Κάσανδρον καὶ Λυσίμαχον πόλεις, ἀξιῶν συμφρονεῖν ἑαυτῷ καὶ κωλύειν Ἀντίγονον ἰσχυρὸν γίνεσθαι.
ὁ δʼ Ἀντίγονος τῶν υἱῶν Φίλιππον μὲν τὸν νεώτερον ἐξέπεμψεν ἐφʼ Ἑλλήσποντον, διαπολεμήσοντα Φοίνικι καὶ τοῖς ἀφεστηκόσι, Δημήτριον δʼ ἐπὶ Κιλικίαν, ὃς ἐνεργὸν ποιησάμενος τὴν στρατείαν ἐνίκησε τοὺς τοῦ Πτολεμαίου στρατηγοὺς καὶ τὰς πόλεις ἀνεκτήσατο.