Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 13

 
ἃ δὴ πυθόμενός τινων Βορμίλκας, ὁ ἕτερος στρατηγός, καὶ νομίσας παρὰ θεῶν αὐτῷ δεδόσθαι τὸν καιρὸν τοῦ λαβεῖν ἀφορμὰς πρὸς τὴν ἐπίθεσιν τῆς τυραννίδος, διελογίζετο πρὸς αὑτόν, εἰ μὲν ἡ μετὰ Ἀγαθοκλέους διαφθαρείη δύναμις, μὴ δυνήσεσθαι τὴν ἐπίθεσιν ποιήσασθαι τῇ δυναστείᾳ, τῶν πολιτῶν ἰσχυόντων, εἰ δὲ ἐκεῖνος νικήσας τὰ φρονήματα παρέλοιτο τῶν Καρχηδονίων, εὐχειρώτους μὲν ἑαυτῷ τοὺς προηττημένους ἔσεσθαι, τὸν δʼ Ἀγαθοκλέα ῥᾳδίως καταπολεμήσειν,
 
καὶ δέκα μὲν νεῶν εὐθὺς ἐκυρίευσαν, μετὰ δὲ ταῦτα χειμῶνος ἐπιγενομένου καὶ πνευμάτων μεγάλων πολλὰ περὶ τὸν διωγμὸν αὐτοὺς ἐμποδίζεσθαι συνέβαινε· διὰ γὰρ τὸ μέγεθος τῶν κυμάτων τὰ μὲν σκάφη τοῖς οἴαξιν ἠπείθει, τὰς δʼ ἐμβολὰς ἀπράκτους συνέβαινε γίνεσθαι, τῶν τυπτομένων νεῶν ὑποχωρουσῶν.
 
ὅταν αὐτῷ δόξῃ. ταῦτα δὲ διανοηθεὶς ἀνεχώρησε μετὰ τῶν πρωτοστατῶν, δοὺς τοῖς μὲν πολεμίοις ἄσημον ἔκκλιμα, τοῖς δʼ ἰδίοις δηλώσας τὸν Ἄννωνος θάνατον καὶ παρακελευόμενος ἀναχωρεῖν ἐν τάξει πρὸς τὸν γεώλοφον·
 
τέλος δʼ οἱ μὲν Λακεδαιμόνιοι πρὸς τὴν γῆν κατενεχθέντες ἔφυγον πρὸς τὸ πεζὸν τοῦ Φαρναβάζου στρατόπεδον, οἱ δʼ Ἀθηναῖοι τὸ μὲν πρῶτον ἐπεχείρησαν ἀποσπᾶν τὰς ναῦς ἀπὸ τῆς γῆς καὶ παραβόλως διεκινδύνευον, ὑπὸ δὲ τοῦ Περσικοῦ στρατεύματος ἀνακοπέντες ἀπέπλευσαν εἰς Σηστόν.
 
τοῦτο γὰρ συμφέρειν. ἐπικειμένων δὲ τῶν πολεμίων καὶ τῆς ὅλης ὑποχωρήσεως φυγῇ παραπλησίας γινομένης οἱ μὲν συνεχεῖς Λίβυες ἀπὸ κράτους ἡττῆσθαι τοὺς πρωτοστάτας νομίσαντες πρὸς φυγὴν ὥρμησαν, οἱ δὲ τὸν ἱερὸν λόχον ἔχοντες μετὰ τὸν Ἄννωνος τοῦ στρατηγοῦ θάνατον τὸ μὲν πρῶτον ἀντεῖχον εὐρώστως καὶ τοὺς ἐξ αὐτῶν πίπτοντας ὑπερβαίνοντες ὑπέμενον πάντα κίνδυνον, ἐπεὶ δὲ κατενόησαν τὸ πλεῖον μέρος τῆς δυνάμεως πρὸς φυγὴν ὡρμημένον καὶ τοὺς πολεμίους περιισταμένους κατὰ νώτου, συνηναγκάσθησαν ἐκκλῖναι.
 
ὁ γὰρ Φαρνάβαζος βουλόμενος τοῖς Λακεδαιμονίοις ὑπὲρ ὧν ἐνεκάλουν ἀπολογεῖσθαι, βιαιότερον διηγωνίζετο πρὸς τοὺς Ἀθηναίους· ἅμα δὲ καὶ περὶ τῶν εἰς Φοινίκην ἀποσταλεισῶν νεῶν τριακοσίων ἐδίδαξεν, ὡς τοῦτο ἔπραξε πυνθανόμενος τόν τε τῶν Ἀράβων βασιλέα καὶ τὸν τῶν Αἰγυπτίων ἐπιβουλεύειν τοῖς περὶ Φοινίκην πράγμασιν.
 
διὸ καὶ τροπῆς γενομένης κατὰ πᾶν τὸ τῶν Καρχηδονίων στρατόπεδον οἱ μὲν βάρβαροι τὴν φυγὴν ἐποιοῦντο πρὸς τὴν Καρχηδόνα, Ἀγαθοκλῆς δὲ μέχρι τινὸς ἐπιδιώξας ἐπανῆλθε καὶ τὴν στρατοπεδείαν τῶν Καρχηδονίων διήρπασεν.
 
τῆς δὲ ναυμαχίας τοιοῦτον τὸ τέλος λαβούσης Ἀθηναῖοι τότε μὲν εἰς Σηστὸν ἀπέπλευσαν ἤδη νυκτὸς οὔσης, ἅμα δʼ ἡμέρᾳ τά τε ναυάγια συνήγαγον καὶ πρὸς τῷ προτέρῳ τροπαίῳ πάλιν ἕτερον ἔστησαν.
 
ἔπεσον δʼ ἐν τῇ μάχῃ τῶν μὲν Ἑλλήνων εἰς διακοσίους, τῶν δὲ Καρχηδονίων οὐ πλείους χιλίων, ὡς δʼ ἔνιοι γεγράφασιν, ὑπὲρ τοὺς ἑξακισχιλίους. ἐν δὲ τῇ τῶν Καρχηδονίων παρεμβολῇ σὺν ταῖς ἄλλαις ὠφελείαις εὑρέθησαν ἅμαξαι πλείους, ἐν αἷς ἐκομίζετο ζεύγη χειροπεδῶν πλείω τῶν δισμυρίων·
 
Μίνδαρος δὲ νυκτὸς περὶ πρώτην φυλακὴν εἰς Ἄβυδον ἀναχθεὶς τάς τε πεπονηκυίας ναῦς ἐπεσκεύαζε καὶ πρὸς Λακεδαιμονίους διεπέμψατο περὶ βοηθείας πεζῆς τε καὶ ναυτικῆς· διενοεῖτο γὰρ ἐν ὅσῳ τὰ κατὰ τὸν στόλον ἕτοιμα ἐγίνετο, πεζῇ μετὰ Φαρναβάζου τὰς συμμαχούσας κατὰ τὴν Ἀσίαν πόλεις Ἀθηναίοις πολιορκήσειν.
 
ἐξ ἑτοίμου γὰρ οἱ βάρβαροι κρατήσειν ὑπειληφότες τῶν Ἑλλήνων παρηγγέλκεισαν ἀλλήλοις ζωγρεῖν ὡς πλείστους καὶ δήσαντες εἰς συνεργασίαν ἐμβαλεῖν.
 
Χαλκιδεῖς δὲ καὶ σχεδὸν οἱ λοιποὶ πάντες οἱ τὴν Εὔβοιαν κατοικοῦντες ἀφεστηκότες ἦσαν Ἀθηναίων, καὶ διὰ τοῦτο περιδεεῖς ἐγίνοντο, μήποτε νῆσον οἰκοῦντες ἐκπολιορκηθῶσιν ὑπʼ Ἀθηναίων θαλασσοκρατούντων· ἠξίουν οὖν Βοιωτοὺς κοινῇ χῶσαι τὸν Εὔριπον, ὥστε συνάψαι τὴν Εὔβοιαν τῇ Βοιωτίᾳ.
 
ἀλλʼ, οἶμαι, τὸ δαιμόνιον ὥσπερ ἐπίτηδες τοῖς ὑπερηφάνως διαλογιζομένοις τὸ τέλος τῶν κατελπισθέντων εἰς τοὐναντίον μετατίθησιν. Ἀγαθοκλῆς μὲν οὖν Καρχηδονίους παραλόγως νικήσας τειχήρεις συνεῖχεν, ἡ τύχη δὲ ἐναλλὰξ τὰ προτερήματα τοῖς ἐλαττώμασιν ἐπεισαγαγοῦσα τοὺς ὑπερέχοντας ἴσον ἐταπείνωσε τοῖς ἡττωμένοις·
 
συγκαταθεμένων δὲ τῶν Βοιωτῶν διὰ τὸ κἀκείνοις συμφέρειν τὴν Εὔβοιαν εἶναι τοῖς μὲν ἄλλοις νῆσον, ἑαυτοῖς δʼ ἤπειρον· διόπερ αἱ πόλεις ἅπασαι πρὸς τὴν διάχωσιν ἐπερρώσθησαν καὶ πρὸς ἀλλήλας ἡμιλλῶντο· οὐ γὰρ μόνον τοῖς πολίταις ἐξιέναι πανδημεὶ προσέταξαν, ἀλλὰ καὶ τοῖς παροικοῦσι ξένοις, ὥστε διὰ τὸ πλῆθος τῶν τοῖς ἔργοις προσιόντων τὴν πρόθεσιν ταχέως λαβεῖν συντέλειαν.
 
ἐν Σικελίᾳ μὲν γὰρ Καρχηδόνιοι μεγάλῃ νενικηκότες παρατάξει Ἀγαθοκλέα τὰς Συρακούσσας ἐπολιόρκουν, ἐν Λιβύῃ δὲ Ἀγαθοκλῆς τηλικαύτῃ μάχῃ προτερήσας εἰς πολιορκίαν ἐνέκλεισε Καρχηδονίους, καὶ τὸ θαυμασιώτατον, ὁ δυνάστης κατὰ μὲν τὴν νῆσον ἀκεραίους ἔχων τὰς δυνάμεις ἐλείπετο τῶν βαρβάρων, ἐπὶ δὲ τῆς ἠπείρου τῷ μέρει τῆς προηττημένης στρατιᾶς περιεγένετο τῶν νενικηκότων.
 
τῆς μὲν οὖν Εὐβοίας κατεσκευάσθη τὸ χῶμα κατὰ τὴν Χαλκίδα, τῆς δὲ Βοιωτίας πλησίον Αὐλίδος· ἐνταῦθα γὰρ ὁ μεταξὺ τόπος ἦν στενώτατος. συνέβαινε μὲν οὖν καὶ πρότερον ἀεὶ κατʼ ἐκεῖνον τὸν τόπον εἶναι ῥοῦν καὶ πυκνὰς ποιεῖσθαι τροπὰς τὴν θάλατταν, τότε δὲ πολὺ μᾶλλον ἦν ἐπιτείνοντα τὰ κατὰ τὸν ῥοῦν, ὡς ἂν εἰς στενὸν ἄγαν συγκεκλεισμένης τῆς θαλάττης· ὁ γὰρ διέκπλους ἀπελείφθη μιᾷ νηί. ᾠκοδόμησαν δὲ καὶ πύργους ὑψηλοὺς ἐπʼ ἀμφοτέρων τῶν ἄκρων, καὶ ξυλίνας τοῖς διάρροις ἐπέστησαν γεφύρας.
 
διόπερ οἱ Καρχηδόνιοι, νομίσαντες ἐκ θεῶν αὐτοῖς γεγονέναι τὴν συμφοράν, ἐτράπησαν πρὸς παντοίαν ἱκεσίαν τοῦ δαιμονίου καὶ νομίσαντες μάλιστα μηνίειν αὐτοῖς τὸν Ἡρακλέα τὸν παρὰ τοῖς ἀποίκοις, χρημάτων πλῆθος καὶ τῶν πολυτελεστάτων ἀναθημάτων ἔπεμψαν εἰς τὴν Τύρον οὐκ ὀλίγα.
 
Θηραμένης δʼ ὑπʼ Ἀθηναίων ἀποσταλεὶς μετὰ νεῶν τριάκοντα τὸ μὲν πρῶτον ἐπεχείρησε κωλύειν τοὺς ἐπὶ τῶν ἔργων, πολλοῦ δὲ πλήθους στρατιωτῶν συμπαρόντος τοῖς κατασκευάζουσι τὰ χώματα ταύτης μὲν τῆς ἐπιβολῆς ἀπέστη, τὸν δὲ πλοῦν ἐπὶ τῶν νήσων ἐποιήσατο.
 
ἀποικισθέντες γὰρ ἐκ ταύτης εἰώθεισαν ἐν τοῖς ἔμπροσθεν χρόνοις δεκάτην ἀποστέλλειν τῷ θεῷ πάντων τῶν εἰς πρόσοδον πιπτόντων· ὕστερον δὲ μεγάλους κτησάμενοι πλούτους καὶ προσόδους ἀξιολογωτέρας λαμβάνοντες μικρὰ παντελῶς ἀπέστελλον, ὀλιγωροῦντες τοῦ δαιμονίου. διὰ δὲ τὴν συμφορὰν ταύτην εἰς μεταμέλειαν ἐλθόντες πάντων τῶν ἐν τῇ Τύρῳ θεῶν ἐμνημόνευον.
 
ἔπεμψαν δὲ καὶ τοὺς ἐκ τῶν ἱερῶν χρυσοῦς ναοὺς αὐτοῖς τοῖς ἀφιδρύμασι πρὸς τὴν ἱκεσίαν, ἡγούμενοι μᾶλλον ἐξιλάσεσθαι τὴν τοῦ θεοῦ μῆνιν τῶν ἀναθημάτων πεμφθέντων ἐπὶ τὴν παραίτησιν.
 
ᾐτιῶντο δὲ καὶ τὸν Κρόνον αὑτοῖς ἐναντιοῦσθαι, καθʼ ὅσον ἐν τοῖς ἔμπροσθεν χρόνοις θύοντες τούτῳ τῷ θεῷ τῶν υἱῶν τοὺς κρατίστους ὕστερον ὠνούμενοι λάθρᾳ παῖδας καὶ θρέψαντες ἔπεμπον ἐπὶ τὴν θυσίαν· καὶ ζητήσεως γενομένης εὑρέθησάν τινες τῶν καθιερουργημένων ὑποβολιμαῖοι γεγονότες.
 
τούτων δὲ λαβόντες ἔννοιαν καὶ τοὺς πολεμίους πρὸς τοῖς τείχεσιν ὁρῶντες στρατοπεδεύοντας ἐδεισιδαιμόνουν ὡς καταλελυκότες τὰς πατρίους τῶν θεῶν τιμάς. διορθώσασθαι δὲ τὰς ἀγνοίας σπεύδοντες διακοσίους μὲν τῶν ἐπιφανεστάτων παίδων προκρίναντες ἔθυσαν δημοσίᾳ· ἄλλοι δʼ ἐν διαβολαῖς ὄντες ἑκουσίως ἑαυτοὺς ἔδοσαν, οὐκ ἐλάττους ὄντες τριακοσίων.
 
ἦν δὲ παρʼ αὐτοῖς ἀνδριὰς Κρόνου χαλκοῦς, ἐκτετακὼς τὰς χεῖρας ὑπτίας ἐγκεκλιμένας ἐπὶ τὴν γῆν, ὥστε τὸν ἐπιτεθέντα τῶν παίδων ἀποκυλίεσθαι καὶ πίπτειν εἴς τι χάσμα πλῆρες πυρός. εἰκὸς δὲ καὶ τὸν Εὐριπίδην ἐντεῦθεν εἰληφέναι τὰ μυθολογούμενα παρʼ αὐτῷ περὶ τὴν ἐν Ταύροις θυσίαν, ἐν οἷς εἰσάγει τὴν Ἰφιγένειαν ὑπὸ Ὀρέστου διερωτωμένην τάφος δὲ ποῖος δέξεταί μʼ, ὅταν θάνω; πῦρ ἱερὸν ἔνδον χάσμα τʼ εὐρωπὸν χθονός. καὶ ὁ παρὰ τοῖς Ἕλλησι δὲ μῦθος ἐκ παλαιᾶς φήμης
 
παραδεδομένος ὅτι Κρόνος ἠφάνιζε τοὺς ἰδίους παῖδας, παρὰ Καρχηδονίοις φαίνεται διὰ τούτου τοῦ νομίμου τετηρημένος.
 
οὐ μὴν ἀλλὰ τοιαύτης ἐν τῇ Λιβύῃ γεγενημένης μεταβολῆς οἱ μὲν Καρχηδόνιοι διεπέμποντο πρὸς Ἀμίλκαν εἰς τὴν Σικελίαν, ἀξιοῦντες κατὰ τάχος πέμψαι βοήθειαν, καὶ τὰ ληφθέντα χαλκώματα τῶν Ἀγαθοκλέους νεῶν ἀπέστειλαν αὐτῷ. ὁ δὲ τοῖς καταπλεύσασι παρεκελεύσατο σιωπᾶν μὲν τὴν γεγενημένην ἧτταν, διαδιδόναι δὲ λόγον εἰς τοὺς στρατιώτας ὡς Ἀγαθοκλῆς ἄρδην ἀπώλεσε καὶ τὰς ναῦς καὶ τὴν δύναμιν ἅπασαν.
 
αὐτὸς δὲ πέμψας τινὰς τῶν παρόντων ἐκ Καρχηδόνος εἰς τὰς Συρακούσσας πρεσβευτὰς καὶ τὰ χαλκώματα συναποστείλας ἠξίου παραδιδόναι τὴν πόλιν· τὴν μὲν γὰρ δύναμιν τῶν Συρακοσίων ὑπὸ Καρχηδονίων κατακεκόφθαι, τὰς δὲ ναῦς ἐμπεπυρίσθαι· τοῖς δʼ ἀπιστοῦσιν ἀπόδειξιν παρέχεσθαι τὴν τῶν ἐμβόλων κομιδήν.
 
τῶν δʼ ἐν τῇ πόλει πυθομένων τὴν περὶ τὸν Ἀγαθοκλέα προσηγγελμένην συμφορὰν οἱ πολλοὶ μὲν ἐπίστευσαν, οἱ προεστηκότες δὲ διστάζοντες διετήρησαν μὲν χάριν τοῦ μὴ γενέσθαι ταραχήν, τοὺς πρεσβευτὰς δὲ ταχέως ἐξέπεμψαν, τοὺς δὲ τῶν φυγάδων συγγενεῖς καὶ φίλους καὶ τῶν ἄλλων τοὺς δυσχεραίνοντας τοῖς ὑπʼ αὐτῶν πραττομένοις ἐξέβαλον ἐκ τῆς πόλεως, ὄντας οὐκ ἐλάττους ὀκτακισχιλίων.
 
κἄπειτα τοσούτου πλήθους ἄφνω συναναγκαζομένου τὴν πατρίδα φεύγειν ἔγεμεν ἡ πόλις διαδρομῆς καὶ θορύβου καὶ γυναικείων κλαυθμῶν· οὐδεμία γὰρ ἦν οἰκία πένθους ἀκοινώνητος κατὰ τοῦτον τὸν καιρόν.
 
οἱ μὲν γὰρ περὶ τὴν τυραννίδα τοῦ Ἀγαθοκλέους καὶ τῶν τέκνων αὐτοῦ τὴν συμφορὰν ὠδύροντο, τῶν δʼ ἰδιωτῶν οἱ μὲν τοὺς ἀπολωλέναι δοκοῦντας κατὰ Λιβύην ἔκλαιον, οἱ δὲ τοὺς ἐκπίπτοντας ἀφʼ ἑστίας καὶ πατρῴων θεῶν, οἷς οὔτε μένειν ἐξῆν οὔτʼ ἐκτὸς τῶν τειχῶν προάγειν, πολιορκούντων τῶν βαρβάρων, πρὸς δὲ τοῖς εἰρημένοις κακοῖς τηλικούτοις οὖσιν ἠναγκάζοντο νηπίους παῖδας καὶ γυναῖκας συνεφέλκεσθαι τῇ φυγῇ.
 
ὁ δʼ Ἀμίλκας, καταφυγόντων πρὸς αὐτὸν τῶν φυγάδων, τούτοις μὲν τὴν ἀσφάλειαν παρέσχετο, τὴν δὲ δύναμιν παρασκευάσας προῆγεν ἐπὶ τὰς Συρακούσσας, ὡς αἱρήσων τὴν πόλιν διά τε τὴν ἐρημίαν καὶ διὰ τὴν προσηγγελμένην τοῖς ὑπολελειμμένοις συμφοράν.
 
προαποστείλαντος δʼ αὐτοῦ πρεσβείαν καὶ διδόντος Ἀντάνδρῳ καὶ τοῖς μετʼ αὐτοῦ, εἰ παραδιδόασι τὴν πόλιν, ἀσφάλειαν συνήδρευσαν τῶν ἡγεμόνων οἱ μάλιστα ἀξίωμα δοκοῦντες ἔχειν. ῥηθέντων οὖν πολλῶν λόγων Ἄντανδρος μὲν ᾤετο δεῖν παραδιδόναι τὴν πόλιν, ὢν ἄνανδρος φύσει καὶ τῆς τἀδελφοῦ τόλμης καὶ πράξεως ἐναντίαν ἔχων διάθεσιν· Ἐρύμνων δʼ ὁ Αἰτωλός, παρακαθεσταμένος ὑπʼ Ἀγαθοκλέους τἀδελφῷ σύνεδρος, τὴν ἐναντίαν δοὺς γνώμην ἔπεισεν ἅπαντας διακαρτερεῖν μέχρι ἂν πύθωνται τἀληθές.
 
Ἀμίλκας δὲ μαθὼν τὰ δόξαντα τοῖς ἐν τῇ πόλει συνεπήγνυε μηχανὰς παντοίας, διεγνωκὼς προσβάλλειν.
 
Ἀγαθοκλῆς δὲ δύο τριακοντόρους μετὰ τὴν μάχην νεναυπηγημένος τὴν ἑτέραν ἀπέστειλεν εἰς Συρακούσσας, ἐρέτας ἐμβιβάσας τοὺς κρατίστους καὶ τῶν περὶ αὐτὸν πιστευομένων φίλων ἕνα Νέαρχον, ἀπαγγελοῦντα τοῖς ἰδίοις τὴν νίκην.
 
ἔπειτʼ εὐπλοίας γενομένης πεμπταῖοι ταῖς Συρακούσσαις νύκτωρ προσεπέλασαν καὶ στεφανωσάμενοι καὶ παιανίσαντες κατὰ τὸν πλοῦν ἅμʼ ἡμέρᾳ κατέπλεον ἐπὶ τὴν πόλιν.
 
αἱ δὲ φυλακίδες τῶν Καρχηδονίων αἰσθόμεναι κατὰ σπουδὴν ἐπεδίωκον καὶ οὐ πολὺ προειληφότων τῶν ὑποφευγόντων ἀγὼν τῆς εἰρεσίας ἐγίνετο. ἅμα δὲ τῇ τούτων φιλοτιμίᾳ συνέβη τούς τε ἐκ τῆς πόλεως καὶ τοὺς πολιορκοῦντας αἰσθομένους συνδραμεῖν ἐπὶ τὸν λιμένα καὶ τοῖς ἰδίοις ἑκατέρους συναγωνιῶντας ἀναβοᾶν θαρρεῖν.
 
ἤδη δὲ τῆς τριακοντόρου καταλαμβανομένης οἱ βάρβαροι μὲν ἐπηλάλαξαν, οἱ δʼ ἐκ τῆς πόλεως ἀδυνατοῦντες βοηθεῖν τοῖς θεοῖς ηὔχοντο περὶ τῆς σωτηρίας τῶν καταπλεόντων. τῆς πρῴρας δὲ τῶν διωκόντων εἰς ἐμβολὴν ἤδη φερομένης οὐκ ἄπωθεν τῆς γῆς ἔφθασε τὸ διωκόμενον σκάφος ἐντὸς βέλους γενόμενον καὶ τῶν Συρακοσίων προσβοηθησάντων ἐξέφυγε τὸν κίνδυνον.
 
Ἀμίλκας δʼ ὁρῶν τοὺς ἐκ τῆς πόλεως διὰ τὴν ἀγωνίαν καὶ τὸ παράδοξον τῆς προσδοκωμένης ἀγγελίας ἐπὶ τὸν λιμένα συνδεδραμηκότας, ὑπολαβὼν εἶναι μέρος τι τοῦ τείχους ἀφύλακτον, ἔπεμψε τῶν στρατιωτῶν τοὺς κρατίστους μετὰ κλιμάκων. οὗτοι δʼ εὑρόντες ἐκλελειμμένας τὰς φυλακὰς ἔλαθον προσαναβάντες· καὶ σχεδὸν αὐτῶν μεσοπύργιον ἤδη κατειληφότων ἡ κατὰ τὸ σύνηθες ἐφοδία παραγενομένη κατενόησε.
 
γενομένης δὲ μάχης οἱ μὲν ἐκ τῆς πόλεως συνέδραμον καὶ φθάσαντες τοὺς μέλλοντας τοῖς ἀναβεβηκόσι προσβοηθεῖν οὓς μὲν ἀπέκτειναν, οὓς δʼ ἀπὸ τῶν ἐπάλξεων κατεκρήμνισαν.
 
ἐφʼ οἷς Ἀμίλκας περιαλγὴς γενόμενος ἀπήγαγε τὴν δύναμιν ἀπὸ τῆς πόλεως καὶ τοῖς εἰς Καρχηδόνα βοήθειαν ἐξέπεμψε μετὰ στρατιωτῶν πεντακισχιλίων.
 
ἅμα δὲ τούτοις πραττομένοις ὁ μὲν Ἀγαθοκλῆς κρατῶν τῶν ὑπαίθρων τὰ περὶ τὴν Καρχηδόνα χωρία κατὰ κράτος ᾔρει καὶ τῶν πόλεων ἃς μὲν διὰ φόβον, ἃς δὲ διὰ τὸ πρὸς Καρχηδονίους μίσος προσηγάγετο. παρεμβολὴν δὲ πλησίον τοῦ Τύνητος ὀχυρωσάμενος καὶ τὴν ἱκανὴν ἀπολιπὼν φυλακὴν ἀνέζευξε πρὸς τὰς ἐπὶ θαλάττῃ κειμένας πόλεις. καὶ πρώτην μὲν ἑλὼν Νέαν πόλιν κατὰ κράτος φιλανθρώπως ἐχρήσατο τοῖς χειρωθεῖσιν· εἶτα παρελθὼν ἐπʼ Ἀδρύμητα πρὸς μὲν ταύτην πολιορκίαν συνεστήσατο, Αἰλύμαν δὲ τὸν βασιλέα τῶν Λιβύων εἰς συμμαχίαν προσελάβετο.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme