Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 13

15.1 ἔπεσον δʼ ἐν τῇ μάχῃ τῶν μὲν Ἑλλήνων εἰς διακοσίους, τῶν δὲ Καρχηδονίων οὐ πλείους χιλίων, ὡς δʼ ἔνιοι γεγράφασιν, ὑπὲρ τοὺς ἑξακισχιλίους. ἐν δὲ τῇ τῶν Καρχηδονίων παρεμβολῇ σὺν ταῖς ἄλλαις ὠφελείαις εὑρέθησαν ἅμαξαι πλείους, ἐν αἷς ἐκομίζετο ζεύγη χειροπεδῶν πλείω τῶν δισμυρίων·
19.2 Μίνδαρος δὲ νυκτὸς περὶ πρώτην φυλακὴν εἰς Ἄβυδον ἀναχθεὶς τάς τε πεπονηκυίας ναῦς ἐπεσκεύαζε καὶ πρὸς Λακεδαιμονίους διεπέμψατο περὶ βοηθείας πεζῆς τε καὶ ναυτικῆς· διενοεῖτο γὰρ ἐν ὅσῳ τὰ κατὰ τὸν στόλον ἕτοιμα ἐγίνετο, πεζῇ μετὰ Φαρναβάζου τὰς συμμαχούσας κατὰ τὴν Ἀσίαν πόλεις Ἀθηναίοις πολιορκήσειν.
15.2 ἐξ ἑτοίμου γὰρ οἱ βάρβαροι κρατήσειν ὑπειληφότες τῶν Ἑλλήνων παρηγγέλκεισαν ἀλλήλοις ζωγρεῖν ὡς πλείστους καὶ δήσαντες εἰς συνεργασίαν ἐμβαλεῖν.
21.3 Χαλκιδεῖς δὲ καὶ σχεδὸν οἱ λοιποὶ πάντες οἱ τὴν Εὔβοιαν κατοικοῦντες ἀφεστηκότες ἦσαν Ἀθηναίων, καὶ διὰ τοῦτο περιδεεῖς ἐγίνοντο, μήποτε νῆσον οἰκοῦντες ἐκπολιορκηθῶσιν ὑπʼ Ἀθηναίων θαλασσοκρατούντων· ἠξίουν οὖν Βοιωτοὺς κοινῇ χῶσαι τὸν Εὔριπον, ὥστε συνάψαι τὴν Εὔβοιαν τῇ Βοιωτίᾳ.
15.3 ἀλλʼ, οἶμαι, τὸ δαιμόνιον ὥσπερ ἐπίτηδες τοῖς ὑπερηφάνως διαλογιζομένοις τὸ τέλος τῶν κατελπισθέντων εἰς τοὐναντίον μετατίθησιν. Ἀγαθοκλῆς μὲν οὖν Καρχηδονίους παραλόγως νικήσας τειχήρεις συνεῖχεν, ἡ τύχη δὲ ἐναλλὰξ τὰ προτερήματα τοῖς ἐλαττώμασιν ἐπεισαγαγοῦσα τοὺς ὑπερέχοντας ἴσον ἐταπείνωσε τοῖς ἡττωμένοις·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme