Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 13

12.6 καταλαβόμενοι δέ τινα γεώλοφον οὐ μακρὰν τῶν πολεμίων ἐξέταττον τὴν δύναμιν εἰς μάχην· καὶ τοῦ μὲν δεξιοῦ κέρατος Ἄννων εἶχε τὴν ἡγεμονίαν, συναγωνιζομένων αὐτῷ τῶν εἰς τὸν ἱερὸν λόχον συντεταγμένων, τοῦ δʼ εὐωνύμου Βορμίλκας ἡγούμενος βαθεῖαν ἐποίει τὴν φάλαγγα, κωλύοντος τοῦ τόπου παρεκτείνειν ἐπὶ πλεῖον· τὰ δʼ ἅρματα καὶ τοὺς ἱππεῖς πρὸ τῆς φάλαγγος ἔστησαν, διεγνωκότες τούτοις πρῶτον ἐμβαλεῖν καὶ τῶν Ἑλλήνων ἀποπειραθῆναι.
18.4 ἐκβιβάσας δὲ τοὺς στρατιώτας καὶ τοὺς φρουροῦντας τὴν πόλιν προσλαβόμενος, βέλη τε παμπληθῆ ταχέως παρεκόμισε καὶ τῶν στρατιωτῶν οὓς μὲν ἐπὶ τὰς πρῴρας ἐπέστησεν, οὓς δʼ ἐπὶ τῆς γῆς εὐκαίρως ἔταξεν.
11.1 ὁ δʼ Ἀγαθοκλῆς κατασκεψάμενος τὰς τῶν βαρβάρων τάξεις τὸ μὲν δεξιὸν κέρας ἔδωκεν Ἀρχαγάθῳ τῷ υἱῷ, παραδοὺς αὐτῷ πεζοὺς δισχιλίους καὶ πεντακοσίους, ἑξῆς δʼ ἔταξε τοὺς Συρακοσίους, ὄντας τρισχιλίους πεντακοσίους, εἶτα μισθοφόρους Ἕλληνας τρισχιλίους, τελευταίους δὲ Σαμνίτας καὶ Τυρρηνοὺς καὶ Κελτοὺς τρισχιλίους. μετὰ δὲ τῆς θεραπείας αὐτὸς τοῦ ἡμίσους κέρατος προηγωνίζετο, χιλίοις ὁπλίταις πρὸς τὸν ἱερὸν λόχον τῶν Καρχηδονίων ἀντιτεταγμένος· τοὺς δὲ τοξότας καὶ σφενδονήτας πεντακοσίους ὄντας ἐπὶ τὰ κέρατα διεῖλεν.
18.5 οἱ δʼ Ἀθηναῖοι κατὰ πολλὴν σπουδὴν καταπλεύσαντες ἐνεχείρησαν ἀποσπᾶν τὰς ναῦς, καὶ πανταχόθεν τῷ πλήθει περιχυθέντες κατεπόνουν τοὺς ἐναντίους.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme