Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 13

6.5 τῇ δʼ ὑστεραίᾳ τηλικαύτην ἔκλειψιν ἡλίου συνέβη γενέσθαι ὥστε ὁλοσχερῶς φανῆναι νύκτα, θεωρουμένων τῶν ἀστέρων πανταχοῦ· διόπερ οἱ περὶ τὸν Ἀγαθοκλέα, νομίσαντες καὶ τὸ θεῖον αὐτοῖς προσημαίνειν τὸ δυσχερές, ἔτι μᾶλλον ὑπὲρ τοῦ μέλλοντος ἐν ἀγωνίᾳ καθειστήκεισαν.
14.2 ὃς ἐπεὶ κατέπλευσεν εἰς Εὔβοιαν, ἀθροίσας τὰς ναῦς οὔσας πεντήκοντα κατὰ σπουδὴν ἀνήχθη· καὶ κατὰ τὸν Ἄθω γενομένων τῶν τριήρων ἐπεγενήθη χειμὼν τηλικοῦτος ὥστε τὰς μὲν ναῦς ἁπάσας ἀπολέσθαι, τῶν δὲ ἀνδρῶν δώδεκα μόνον διασωθῆναι.
7.1 ἓξ δʼ ἡμέρας καὶ τὰς ἴσας νύκτας αὐτῶν πλευσάντων ὑποφαινούσης τῆς ἕω παραδόξως ὁ στόλος τῶν Καρχηδονίων οὐκ ἄπωθεν ὢν ἑωράθη. διόπερ ἀμφοτέροις ἐμπεσούσης σπουδῆς ἡμιλλῶντο πρὸς ἀλλήλους ταῖς εἰρεσίαις, οἱ μὲν Φοίνικες νομίζοντες ἅμα τῇ τῶν νεῶν ἁλώσει Συρακούσσας μὲν ὑποχειρίους ἕξειν, τὴν δὲ πατρίδα μεγάλων ἐλευθερώσειν κινδύνων· οἱ δʼ Ἕλληνες, εἰ μὴ φθάσειαν τῆς χώρας ἁψάμενοι, προκειμένην ἑώρων αὑτοῖς μὲν τιμωρίαν, τοῖς δὲ καταλειφθεῖσιν ἐν οἴκῳ τὰ τῆς δουλείας δεινά.
14.3 δηλοῖ δὲ τὰ περὶ τούτων ἀνάθημα κείμενον ἐν τῷ περὶ Κορώνειαν νεῷ, καθάπερ φησὶν Ἔφορος, τὴν ἐπιγραφὴν ἔχον ταύτην· οἵδʼ ἀπὸ πεντήκοντα νεῶν θάνατον προφυγόντες πρὸς σκοπέλοισιν Ἄθω σώματα γῇ πέλασαν δώδεκα, τοὺς δʼ ἄλλους ὄλεσεν μέγα λαῖτμα θαλάσσης, νῆάς τε στυγεροῖς πνεύμασι χρησαμένας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme