Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 13

15.3 τὰς δὲ οἰκήσεις ἔχουσιν οὐκ ἄπωθεν τῆς θαλάττης παρὰ τὰς ῥαχίας, καθʼ ἅς εἰσιν οὐ μόνον βαθεῖαι κοιλάδες, ἀλλὰ καὶ φάραγγες ἀνώμαλοι καὶ στενοὶ παντελῶς αὐλῶνες σκολιαῖς ἐκτροπαῖς ὑπὸ τῆς φύσεως διειλημμένοι. τούτων δὲ τῇ χρείᾳ τῶν ἐγχωρίων πεφυκότων ἁρμοζόντως, τὰς ἐκτροπὰς καὶ διεξόδους συγκεχώκασι λίθοις μεγάλοις, διʼ ὧν ὥσπερ δικτύων τὴν θήραν τῶν ἰχθύων ποιοῦνται.
15.4 ὅταν γὰρ ἡ πλημυρὶς τῆς θαλάττης λάττης ἐπὶ τὴν χέρσον φέρηται λάβρως, ὃ ποιεῖ δὶς τῆς ἡμέρας περὶ τρίτην καὶ ἐνάτην μάλιστά πως ὥραν, ἡ μὲν θάλαττα πᾶσαν τὴν ῥαχίαν ἐπικλύζουσα καλύπτει, καὶ λάβρῳ καὶ πολλῷ κύματι συναποκομίζει πρὸς τὴν χέρσον ἄπιστον πλῆθος παντοίων ἰχθύων, οἳ τὸ μὲν πρῶτον ἐν τῇ παραλίῳ μένουσι, νομῆς χάριν πλανώμενοι περὶ τὰς ὑποδύσεις καὶ τὰ κοιλώματα· ἐπὰν δʼ ὁ τῆς ἀμπώτεως ἔλθῃ χρόνος, τὸ μὲν ὑγρὸν ἐκ τοῦ κατʼ ὀλίγον διὰ τῶν κεχωσμένων λίθων καὶ φαράγγων ἀπορρεῖ, οἱ δʼ ἰχθῦς ἐν τοῖς κοιλώμασι καταλείπονται.
14.5 κατὰ δὲ τοῦτον τὸν καιρὸν τὸ πλῆθος τῶν ἐγχωρίων μετὰ τέκνων καὶ γυναικῶν εἰς τὰς ῥαχίας ἀθροίζεται καθάπερ ἀφʼ ἑνὸς κελεύσματος. σχιζομένων δὲ τῶν βαρβάρων εἰς τὰ κατὰ μέρος συστήματα, πρὸς τοὺς ἰδίους ἕκαστοι τόπους μετὰ βοῆς ἐξαισίου φέρονται, καθάπερ αἰφνιδίου τινὸς κυνηγίας ἐμπεπτωκυίας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme