Book 13
14.4
ἔπειτα ἐάσαντες ψυχθῆναι τῶν μὲν ἄλλων οὐδὲν εὑρίσκουσιν ἐν τοῖς ἀγγείοις, τὸν δὲ χρυσὸν καθαρὸν λαμβάνουσιν ὀλίγης ἀπουσίας γεγενημένης. ἡ μὲν οὖν ἐργασία τοῦ χρυσοῦ περὶ τὰς ἐσχατιὰς τῆς Αἰγύπτου γινομένη μετὰ τοσούτων καὶ τηλικούτων πόνων συντελεῖται·
14.5
αὐτὴ γὰρ ἡ φύσις, οἶμαι, ποιεῖ πρόδηλον ὡς ὁ χρυσὸς γένεσιν μὲν ἐπίπονον ἔχει, φυλακὴν δὲ χαλεπήν, σπουδὴν δὲ μεγίστην, χρῆσιν δὲ ἀνὰ μέσον ἡδονῆς τε καὶ λύπης. ἡ μὲν οὖν τῶν μετάλλων τούτων εὕρεσις ἀρχαία παντελῶς ἐστιν, ὡς ἂν ὑπὸ τῶν παλαιῶν βασιλέων καταδειχθεῖσα.
42.6
περὶ δὲ τῶν ἐθνῶν τούτων τῶν κατοικούντων τήν τε παράλιον τοῦ Ἀραβίου κόλπου καὶ Τρωγλοδυτικήν, ἔτι δʼ Αἰθιοπίαν τὴν πρὸς μεσημβρίαν καὶ νότον, πειρασόμεθα διεξιέναι.
15.1
περὶ πρώτων δὲ τῶν Ἰχθυοφάγων ἐροῦμεν τῶν κατοικούντων τὴν παράλιον τὴν ἀπὸ Καρμανίας καὶ Γεδρωσίας ἕως τῶν ἐσχάτων τοῦ μυχοῦ τοῦ κατὰ τὸν Ἀράβιον κόλπον ἱδρυμένου, ὃς εἰς τὴν μεσόγειον ἀνήκων ἄπιστον διάστημα δυσὶν ἠπείροις περικλείεται πρὸς τὸν ἔκπλουν, τῇ μὲν ὑπὸ τῆς εὐδαίμονος Ἀραβίας, τῇ δʼ ὑπὸ τῆς Τρωγλοδυτικῆς.
15.2
τούτων δὲ τῶν βαρβάρων τινὲς μὲν γυμνοὶ τὸ παράπαν βιοῦντες κοινὰς ἔχουσι τὰς γυναῖκας καὶ τὰ τέκνα παραπλησίως ταῖς τῶν θρεμμάτων ἀγέλαις, ἡδονῆς δὲ καὶ πόνου τὴν φυσικὴν μόνον ἀντίληψιν ποιολύμενοι τῶν αἰσχρῶν καὶ καλῶν οὐδεμίαν λαμβάνουσιν ἔννοιαν.