Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 12

54.3 τὸ δʼ ὑπολειπόμενον μέρος τῆς Ἀραβίας τὸ πρὸς τὴν Συρίαν κεκλιμένον πλήθει γεωργῶν καὶ παντοδαπῶν ἐμπόρων, οἳ διὰ τὰς τῶν φορτίων εὐκαίρους ἀντιδόσεις τὰ παρʼ ἀμφοτέροις σπανίζοντα πρὸς δαψίλειαν τῶν χρησίμων διορθοῦνται.
54.4 ἡ δὲ παρὰ τὸν ὠκεανὸν Ἀραβία κεῖται μὲν ὑπεράνω τῆς εὐδαίμονος, ποταμοῖς δὲ πολλοῖς καὶ μεγάλοις διειλημμένη πολλοὺς ποιεῖ τόπους λιμνάζοντας καὶ μεγάλων ἑλῶν περιμέτρους.
54.5 τοῖς δʼ ἐκ τῶν ποταμῶν ἐπακτοῖς ὕδασι καὶ τοῖς ἐκ τῶν θερινῶν ὄμβρων γινομένοις ἀρδεύοντες πολλὴν χώραν, καὶ διπλοῦς καρποὺς λαμβάνουσι. τρέφει δὲ ὁ τόπος οὗτος ἐλεφάντων ἀγέλας καὶ ἄλλα ζῷα κητώδη χερσαῖα θηρία καὶ δίμορφα, ταῖς ἰδέαις ἐξηλλαγμένα· πρὸς δὲ τούτοις θρεμμάτων παντοδαπῶν πλήθει, καὶ μάλιστα βοῶν καὶ προβάτων τῶν τὰς μεγάλας καὶ παχείας ἐχόντων οὐράς.
103.6 πλεῖστα δὲ καὶ διαφορώτατα γένη καμήλων τρέφει, τῶν τε ψιλῶν καὶ δασέων καὶ διπλοῦν ἀνατετακότων τὸ κατὰ τὴν ῥάχιν κύρτωμα καὶ διὰ τοῦτο διτύλων ὀνομαζομένων, ὧν αἱ μὲν γάλα παρεχόμεναι καὶ κρεοφαγούμεναι πολλὴν παρέχονται τοῖς ἐγχωρίοις δαψίλειαν, αἱ δὲ πρὸς νωτοφορίαν ἠσκημέναι πυρῶν μὲν ἀνὰ δέκα μεδίμνους νωτοφοροῦσιν, ἀνθρώπους δὲ κατακειμένους ἐπὶ κλίνης πέντε βαστάζουσιν· αἱ δὲ ἀνάκωλοι καὶ λαγαραὶ ταῖς συστάσεσι δρομάδες εἰσί, καὶ διατείνουσι πλεῖστον ὁδοῦ μῆκος, καὶ μάλιστα πρὸς τὰς διὰ τῆς ἀνύδρου καὶ ἐρήμου συντελουμένας ὁδοιπορίας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme