Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 12

20.1 ὁ δʼ Ἀντίγονος, ἐπανελθόντος τοῦ Δημητρίου καὶ τὰ κατὰ μέρος τῶν πεπραγμένων ἀπαγγείλαντος, ἐπὶ μὲν τῇ συνθέσει τῇ πρὸς τοὺς Ναβαταίους ἐπετίμησεν αὐτῷ, λέγων ὅτι πολλῷ θρασυτέρους πεποίηκε τοὺς βαρβάρους ἐάσας ἀτιμωρήτους· δόξειν γὰρ αὐτοὺς τετευχέναι συγγνώμης οὐ διʼ ἐπιείκειαν, ἀλλὰ διʼ ἀδυναμίαν τοῦ κρατῆσαι· ἐπὶ δὲ τῷ κατασκέψασθαι τὴν λίμνην καὶ δοκεῖν εὑρηκέναι τινὰ τῇ βασιλείᾳ πρόσοδον ἐπαινέσας ἐπὶ μὲν ταύτης ἐπιμελητὴν ἔταξεν Ἱερώνυμον τὸν τὰς ἱστορίας συγγράψαντα,
108.7 ἡ δὲ περὶ τὴν νῆσον θάλαττα, ῥοώδης οὖσα καὶ μεγάλας ἀμπώτεις καὶ πλημύρας ποιουμένη, γλυκεῖα τὴν γεῦσιν καθέστηκε. τῶν δὲ παρʼ ἡμῖν ἄστρων τὰς ἄρκτους καὶ πολλὰ τῶν καθʼ ἡμᾶς καθόλου μὴ φαίνεσθαι. ἑπτὰ δʼ ἦσαν αὗται νῆσοι παραπλήσιαι μὲν τοῖς μεγέθεσι, σύμμετρον δʼ ἀλλήλων διεστηκυῖαι, πᾶσαι δὲ τοῖς αὐτοῖς ἔθεσι καὶ νόμοις χρώμεναι.
20.2 τούτῳ δὲ συνετέτακτο πλοῖα παρασκευάσασθαι καὶ πᾶσαν τὴν ἄσφαλτον ἀναλαβόντα συνάγειν εἴς τινα τόπον. οὐ μὴν ἀπέβη γε καὶ τὸ τέλος κατὰ τὴν ἐλπίδα τοῖς περὶ τὸν Ἀντίγονον· οἱ γὰρ Ἄραβες συστραφέντες εἰς ἑξακισχιλίους, ἐπιπλεύσαντες ἐν ταῖς δέσμαις ἐπὶ τοὺς ἐν τοῖς πλοίοις, σχεδὸν ἅπαντας κατετόξευσαν.
28.1 πάντες δʼ οἱ κατοικοῦντες ἐν αὐταῖς, καίπερ δαψιλεῖς ἔχοντες πάντων χορηγίας αὐτοφυεῖς, ὅμως οὐκ ἀνέδην χρῶνται ταῖς ἀπολαύσεσιν, ἀλλὰ τὴν λιτότητα διώκουσι καὶ τὴν ἀρκοῦσαν τροφὴν προσφέρονται· κρέα δὲ καὶ τἄλλα πάντα ὀπτὰ καὶ ἐξ ὕδατος ἑφθὰ σκευάζουσι· τῶν δʼ ἄλλων τῶν τοῖς μαγείροις πεφιλοτεχνημένων χυμῶν καὶ τῆς κατὰ τὰς ἀρτύσεις ποικιλίας ἀνεπινόητοι παντελῶς εἰσι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme