Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 12

58.1 γυναῖκας δὲ μὴ γαμεῖν, ἀλλὰ κοινὰς ἔχειν, καὶ τοὺς γεννηθέντας παῖδας ὡς κοινοὺς τρέφοντας ἐπʼ ἴσης ἀγαπᾶν· νηπίων δʼ ὄντων αὐτῶν πολλάκις τὰς τρεφούσας διαλλάττειν τὰ βρέφη, ὅπως μηδʼ αἱ μητέρες ἐπιγινώσκωσι τοὺς ἰδίους. διόπερ μηδεμιᾶς παρʼ αὐτοῖς γινομένης φιλοτιμίας ἀστασιάστους καὶ τὴν ὁμόνοιαν περὶ πλείστου ποιουμένους διατελεῖν.
27.2 εἶναι δὲ παρʼ αὐτοῖς καὶ ζῷα, μικρὰ μὲν τοῖς μεγέθεσι, παράδοξα δὲ τῇ φύσει τοῦ σώματος καὶ τῇ δυνάμει τοῦ αἵματος· εἶναι γὰρ αὐτὰ τῷ σχήματι στρογγύλα καὶ παρεμφερέστατα ταῖς χελώναις, τὴν δʼ ἐπιφάνειαν δυσὶ γραμμαῖς μηλίναις κεχιασμένα, ἐφʼ ἑκάστης δὲ ἄκρας ἔχειν ὀφθαλμὸν καὶ στόμα·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme