Book 12
γίνονται δὲ καὶ τραγέλαφοι καὶ βούβαλοι καὶ ἄλλα πλείω γένη δίμορφα ζῴων καὶ τὴν σύνθεσιν ἐκ τῶν πλεῖστον τὴν φύσιν κεχωρισμένων ἔχοντα, περὶ ὧν τὰ κατὰ μέρος μακρὸν ἂν εἴη γράφειν.
δοκεῖ γὰρ ἡ συνεγγίζουσα χώρα τῇ μεσημβρίᾳ τὴν ἀφʼ ἡλίου δύναμιν ζωτικωτάτην οὖσαν πολλὴν ἐμπνεῖσθαι, καὶ διὰ τοῦτο πολλῶν καὶ ποικίλων, ἔτι δὲ καλῶν ζῴων φύσεις γεννᾶν.
διὰ δὲ τὰς αὐτὰς αἰτίας κατὰ μὲν τὴν Αἴγυπτον τούς τε κροκοδείλους φύεσθαι καὶ τοὺς ποταμίους ἵππους, κατὰ δὲ τὴν Αἰθιοπίαν καὶ τὴν τῆς Λιβύης ἔρημον ἐλεφάντων τε πλῆθος καὶ παντοδαπῶν ὄφεών τε καὶ τῶν ἄλλων θηρίων καὶ δρακόντων ἐξηλλαγμένων τοῖς τε μεγέθεσι καὶ ταῖς ἀλκαῖς, ὁμοίως δὲ καὶ τοὺς περὶ τὴν Ἰνδικὴν ἐλέφαντας, ὑπερβάλλοντας τοῖς τε ὄγκοις καὶ πλήθεσιν, ἔτι δὲ ταῖς ἀλκαῖς.
οὐ μόνον δʼ ἐν ταύταις ταῖς χώραις ζῷα γεννᾶται ταῖς ἰδέαις ἐξηλλαγμένα διὰ τὴν ἀφʼ ἡλίου συνεργίαν καὶ δύναμιν, ἀλλὰ καὶ λίθων παντοίων ἐκφύσεις διάφοροι ταῖς χρόαις καὶ ταῖς λαμπρότησι διαφανεῖς.
τοὺς γὰρ κρυστάλλους λίθους ἔχειν τὴν σύστασιν ἐξ ὕδατος καθαροῦ παγέντος οὐχ ὑπὸ ψύχους, ἀλλʼ ὑπὸ θείου πυρὸς δυνάμεως, δι’ ἣν ἀσήπτους μὲν αὐτοὺς διαμένειν, βαφῆναι δὲ πολυμόρφως ἀναθυμιάσει πνεύματος.
σμαράγδους γὰρ καὶ τὰ καλούμενα βηρύλλια κατὰ τὰς ἐν τοῖς χαλκουργείοις μεταλλείας γινόμενα διὰ τὴν ἀπὸ τῶν θείων βαφὴν καὶ σύνδεσιν συγχρῴζεσθαι, τοὺς δὲ χρυσολίθους ὑπὸ καπνώδους ἀναθυμιάσεως ἡλίου θερμότητι φυομένους λέγουσι τυγχάνειν τούτου τοῦ χρώματος.
διὸ καὶ τοὺς ὀνομαζομένους ψευδοχρύσους κατασκευάζεσθαι διὰ τοῦ θνητοῦ καὶ ὑπʼ ἀνθρώπων γεγονότος πυρὸς βαπτομένων τῶν κρυστάλλων. τὰς δὲ τῶν ἀνθράκων φύσεις φωτὸς δύναμιν ἐμπιληθεῖσαν τῇ πήξει φασὶν ἀποτελεῖν τῷ μᾶλλον καὶ ἧττον τὰς ἐν αὐτοῖς διαφοράς.
παραπλησίως δὲ καὶ τὰς τῶν ὀρνέων μορφὰς ἐπιχρῴζεσθαι, τὰς μὲν ὁλοπορφύρους φαινομένας, τὰς δὲ κατὰ μέρος παντοίαις χρόαις διειλημμένας· τὰ μὲν γὰρ φλόγινα, τὰ δὲ κροκώδη, τινὰ δὲ σμαραγδίζοντα, πολλὰ δὲ χρυσοειδῆ φαίνεσθαι κατὰ τὰς πρὸς τὸ φῶς ἐγκλίσεις αὐτῶν, καὶ καθόλου πολυειδεῖς καὶ δυσερμηνεύτους ἀποτελεῖσθαι χρόας· ὅπερ καὶ ἐπὶ τῆς κατʼ οὐρανὸν ἴριδος ὁρᾶσθαι γινόμενον ὑπὸ τοῦ περὶ τὸν ἥλιον φωτός.
ἐκ δὲ τούτων τοὺς φυσιολόγους συλλογιζομένους ἀποφαίνεσθαι διότι καὶ τὴν ἄνωθεν τῆς τῶν προειρημένων ἐκφύσεως ποικιλίαν ἔβαψεν ὁ συγγενὴς θερμασία, συνεργήσαντος ἡλίου τοῦ ζωοποιοῦντος τὰς ἑκάστων μορφάς.
καθόλου δὲ καὶ τῆς περὶ τὰ ἄνθη διαφορᾶς τῆς χρόας καὶ τῆς τῆς γῆς ποικιλίας τοῦτον ὑπάρχειν αἴτιον καὶ δημιουργόν· οὗ τὴν φυσικὴν ἐνέργειαν τὰς θνητὰς τέχνας μιμησαμένας βάπτειν ἕκαστα καὶ ποικίλλειν,
μαθητρίας γενομένας τῆς φύσεως. τὰ μὲν γὰρ χρώματα τὸ φῶς ἀπεργάζεσθαι, τὰς δὲ ὀσμὰς τῶν καρπῶν καὶ τὰς ἰδιότητας τῶν χυλῶν, ἔτι δὲ τὰ μεγέθη τῶν ζῴων καὶ τὰς ἑκάστου διαθέσεις, πρὸς δὲ τούτοις τὰς τῆς γῆς ἰδιότητας, γεννᾶν τὴν περὶ τὸν ἥλιον θερμασίαν, εἰς πολυτραφῆ χώραν καὶ γόνιμον ὕδωρ ἐνθάλπουσαν καὶ δημιουργὸν γινομένην τῆς ἑκάστου φύσεως.
διόπερ οὔτε ἡ Παρία λύγδος οὔτʼ ἄλλη θαυμαζομένη πέτρα τοῖς Ἀραβίοις λίθοις ἐξισωθῆναι δύναται, ὧν λαμπροτάτη μὲν ἡ λευκότης, βαρύτατος δὲ ὁ σταθμός, ἡ δὲ λειότης ὑπερβολὴν ἑτέροις οὐκ ἀπολείπουσα. αἰτία δὲ τῆς χώρας τῆς κατὰ μέρος ἰδιότητος, καθάπερ προεῖπον, ἡ περὶ τὸν ἥλιον δύναμις, θερμασίᾳ μὲν πήξασα, ξηρότητι δὲ πιλήσασα, φέγγει δὲ λαμπρύνασα.
διὸ καὶ τὸ τῶν ὀρνέων γένος πλείστης θερμασίας κεκοινωνηκὸς ἐγένετο διὰ μὲν τὴν κουφότητα πτηνόν, διὰ δὲ τὴν ἀφʼ ἡλίου συνεργίαν ποικίλον, καὶ μάλιστα κατὰ τὰς προκειμένας ἡλίῳ χώρας.
ἡ μὲν γὰρ Βαβυλωνία ταώνων ἐκτρέφει πλῆθος παντοίαις χρόαις ἐπηνθισμένων, αἱ δὲ τῆς Συρίας ἐσχατιαὶ ψιττακοὺς καὶ πορφυρίωνας καὶ μελεαγρίδας καὶ ἄλλας ζῴων ἰδίας φύσεις τοῖς χρώμασι καὶ ποικίλας συγκρίσεις.
ὁ δʼ αὐτὸς λόγος καὶ κατὰ τὰς ἄλλας χώρας τῆς γῆς τὰς κατὰ τὴν ὁμοίαν κρᾶσιν κειμένας, λέγω δʼ Ἰνδικὴν καὶ τὴν Ἐρυθρὰν θάλατταν, ἔτι δὲ Αἰθιοπίαν καί τινα μέρη τῆς Λιβύης.
ἀλλὰ τῆς μὲν πρὸς ἀνατολὰς κεκλιμένης πιοτέρας οὔσης εὐγενέστερα καὶ μείζονα φύεται ζῷα· τῆς δʼ ἄλλης ἀεὶ κατὰ τὸν τῆς ἀρετῆς λόγον ἕκαστα ταῖς διαθέσεσι γεννᾶται.
ὁμοίως δὲ καὶ τῶν δένδρων οἱ φοίνικες κατὰ μὲν τὴν Λιβύην αὐχμηροὺς καὶ μικροὺς ἐκφέρουσι καρπούς, τῆς δὲ Συρίας κατὰ μὲν τὴν Κοίλην οἱ καρυωτοὶ προσαγορευόμενοι γεννῶνται, διάφοροι κατά τε τὴν γλυκύτητα καὶ τὸ μέγεθος, ἔτι δὲ τοὺς χυμούς.
τούτων δὲ πολλῷ μείζους κατὰ τὴν Ἀραβίαν καὶ τὴν Βαβυλωνίαν ὁρᾶν ἔστι γινομένους, κατὰ μὲν τὸ μέγεθος ἓξ δακτύλων ὄντας, τῇ δὲ χρόᾳ τοὺς μὲν μηλίνους, τοὺς δὲ φοινικοῦς, ἐνίους δὲ πορφυρίζοντας· ὥσθʼ ὑπʼ αὐτῶν ἅμα καὶ τὴν ὄψιν τέρπεσθαι καὶ τὴν γεῦσιν ψυχαγωγεῖσθαι. τὰ δὲ στελέχη τῶν φοινίκων τὸ μὲν μῆκος ἀέριον ἔχει, τὴν δὲ περιφέρειαν ψιλὴν πανταχόθεν μέχρι τῆς κορυφῆς.
ἀκρόκομα δʼ ὄντα διαφόρους ἔχει τὰς ἀπὸ τῆς κόμης διαθέσεις· τὰ μὲν γὰρ πάντῃ τοὺς ῥάδικας ἔχει περικεχυμένους, καὶ κατὰ μέσον ἔκ τινος περιρραγέντος φλοιοῦ βοτρυώδη καρπὸν ἀνίησι, τὰ δὲ ἐφʼ ἓν μέρος ἔχοντα κεκλιμένας τὰς ἐπὶ τῆς κορυφῆς κόμας σχηματισμὸν ἀποτελεῖ λαμπάδος ἀπαιθυσσομένης, ἔνια δʼ ἐπʼ ἀμφότερα τὰ μέρη περικλώμενα καὶ διπλῇ τῇ καταθέσει τῶν κλάδων ἀμφίχαιτα γινόμενα γραφικὴν ἀποτελεῖ τὴν πρόσοψιν.
τῆς δʼ ὅλης Ἀραβίας τὴν μὲν ἐπὶ μεσημβρίαν νεύουσαν εὐδαίμονα προσαγορεύουσι, τὴν δʼ ἐνδοτέρω κειμένην νέμεται πλῆθος Ἀράβων νομάδων καὶ σκηνίτην βίον ᾑρημένων. οὗτοι δὲ θρεμματοτροφοῦντες ἀγέλας μεγάλας βοσκημάτων ἐναυλίζονται πεδίοις ἀμετρήτοις.
ἡ δʼ ἀνὰ μέσον ταύτης τε καὶ τῆς εὐδαίμονος Ἀραβίας ἔρημος καὶ ἄνυδρός ἐστι, καθάπερ προείρηται· τὰ δὲ πρὸς δυσμὰς μέρη κεκλιμένα τῆς Ἀραβίας διείληπται πεδίοις ἁμμώδεσιν ἀερίοις τὸ μέγεθος, διʼ ὧν οἱ τὰς ὁδοιπορίας ποιούμενοι καθάπερ οἱ ἐν τοῖς πελάγεσι πρὸς τὰς ἀπὸ τῶν ἄρκτων σημασίας τὴν διέξοδον ποιοῦνται.
τὸ δʼ ὑπολειπόμενον μέρος τῆς Ἀραβίας τὸ πρὸς τὴν Συρίαν κεκλιμένον πλήθει γεωργῶν καὶ παντοδαπῶν ἐμπόρων, οἳ διὰ τὰς τῶν φορτίων εὐκαίρους ἀντιδόσεις τὰ παρʼ ἀμφοτέροις σπανίζοντα πρὸς δαψίλειαν τῶν χρησίμων διορθοῦνται.
ἡ δὲ παρὰ τὸν ὠκεανὸν Ἀραβία κεῖται μὲν ὑπεράνω τῆς εὐδαίμονος, ποταμοῖς δὲ πολλοῖς καὶ μεγάλοις διειλημμένη πολλοὺς ποιεῖ τόπους λιμνάζοντας καὶ μεγάλων ἑλῶν περιμέτρους.
τοῖς δʼ ἐκ τῶν ποταμῶν ἐπακτοῖς ὕδασι καὶ τοῖς ἐκ τῶν θερινῶν ὄμβρων γινομένοις ἀρδεύοντες πολλὴν χώραν, καὶ διπλοῦς καρποὺς λαμβάνουσι. τρέφει δὲ ὁ τόπος οὗτος ἐλεφάντων ἀγέλας καὶ ἄλλα ζῷα κητώδη χερσαῖα θηρία καὶ δίμορφα, ταῖς ἰδέαις ἐξηλλαγμένα· πρὸς δὲ τούτοις θρεμμάτων παντοδαπῶν πλήθει, καὶ μάλιστα βοῶν καὶ προβάτων τῶν τὰς μεγάλας καὶ παχείας ἐχόντων οὐράς.
πλεῖστα δὲ καὶ διαφορώτατα γένη καμήλων τρέφει, τῶν τε ψιλῶν καὶ δασέων καὶ διπλοῦν ἀνατετακότων τὸ κατὰ τὴν ῥάχιν κύρτωμα καὶ διὰ τοῦτο διτύλων ὀνομαζομένων, ὧν αἱ μὲν γάλα παρεχόμεναι καὶ κρεοφαγούμεναι πολλὴν παρέχονται τοῖς ἐγχωρίοις δαψίλειαν, αἱ δὲ πρὸς νωτοφορίαν ἠσκημέναι πυρῶν μὲν ἀνὰ δέκα μεδίμνους νωτοφοροῦσιν, ἀνθρώπους δὲ κατακειμένους ἐπὶ κλίνης πέντε βαστάζουσιν· αἱ δὲ ἀνάκωλοι καὶ λαγαραὶ ταῖς συστάσεσι δρομάδες εἰσί, καὶ διατείνουσι πλεῖστον ὁδοῦ μῆκος, καὶ μάλιστα πρὸς τὰς διὰ τῆς ἀνύδρου καὶ ἐρήμου συντελουμένας ὁδοιπορίας.
αἱ δʼ αὐταὶ καὶ κατὰ τοὺς πολέμους εἰς τὰς μάχας ἔχουσαι τοξότας ἄγονται δύο ἀντικαθημένους ἀλλήλοις ἀντινώτους· τούτων δὲ ὁ μὲν τοὺς κατὰ πρόσωπον ἀπαντῶντας, ὁ δὲ τοὺς ἐπιδιώκοντας ἀμύνεται. περὶ μὲν οὖν τῆς Ἀραβίας καὶ τῶν ἐν αὐτῇ φυομένων εἰ καὶ πεπλεονάκαμεν, ἀλλʼ οὖν πολλὰ τοῖς φιλαναγνωστοῦσι πρὸς φιληκοΐαν ἀπηγγέλκαμεν.
περὶ δὲ τῆς κατὰ τὸν ὠκεανὸν εὑρεθείσης νήσου κατὰ τὴν μεσημβρίαν καὶ τῶν κατʼ αὐτὴν παραδοξολογουμένων πειρασόμεθα συντόμως διελθεῖν, προεκθέμενοι τὰς αἰτίας τῆς εὑρέσεως ἀκριβῶς.
Ἰαμβοῦλος ἦν ἐκ παίδων παιδείαν ἐζηλωκώς, μετὰ δὲ τὴν τοῦ πατρὸς τελευτὴν ὄντος ἐμπόρου καὶ αὐτὸς ἔδωκεν ἑαυτὸν ἐπὶ τὴν ἐμπορίαν· ἀναβαίνων δὲ διὰ τῆς Ἀραβίας ἐπὶ τὴν ἀρωματοφόρον ὑπό τινων λῃστῶν συνελήφθη μετὰ τῶν συνοδοιπόρων. τὸ μὲν οὖν πρῶτον μετά τινος τῶν συνεαλωκότων ἀπεδείχθη νομεύς, ὕστερον δʼ ὑπό τινων Αἰθιόπων μετὰ τοῦ συνόντος λῃστευθεὶς ἀπήχθη πρὸς τὴν παραθαλάττιον τῆς Αἰθιοπίας.
οὗτοι δὲ συνηρπάγησαν εἰς καθαρμὸν τῆς χώρας, ὄντες ἀλλοεθνεῖς. νόμιμον γὰρ ἦν τοῖς τῇδε κατοικοῦσιν Αἰθίοψι παραδεδομένον ἐκ παλαιῶν χρόνων, χρησμοῖς θεῶν κεκυρωμένον, διὰ γενεῶν μὲν εἴκοσιν, ἐτῶν δʼ ἑξακοσίων, τῆς γενεᾶς ἀριθμουμένης τριακονταετοῦς· τοῦ δὲ καθαρμοῦ γινομένου δυσὶν ἀνθρώποις ἦν αὐτοῖς πλοιάριον κατεσκευασμένον τῷ μεγέθει σύμμετρον, τούς τʼ ἐν τῇ θαλάττῃ χειμῶνας ἀναφέρειν ἰσχῦον καὶ ῥᾳδίως ὑπὸ δυοῖν ἀνθρώπων ὑπηρετεῖσθαι δυνάμενον· εἰς δὲ τοῦτο τροφὴν δυσὶν ἀνθρώποις ἱκανὴν εἰς ἓξ μῆνας ἐνθέμενοι, καὶ τοὺς ἄνδρας ἐμβιβάσαντες, προσέταττον ἀνάγεσθαι κατὰ τὸν χρησμόν. πλεῖν δὲ διεκελεύοντο πρὸς τὴν μεσημβρίαν·
ἥξειν γὰρ αὐτοὺς εἰς νῆσον εὐδαίμονα καὶ ἐπιεικεῖς ἀνθρώπους, παρʼ οἷς μακαρίως ζήσεσθαι. ὁμοίως δὲ καὶ τὸ ἑαυτῶν ἔθνος ἔφασαν, ἐὰν μὲν οἱ πεμφθέντες εἰς τὴν νῆσον διασωθῶσιν, ἑξακοσίων ἐτῶν εἰρήνης καὶ βίου κατὰ πᾶν εὐδαίμονος ἀπολαύσειν· εἰ δὲ καταπλαγέντες τὸ μῆκος τοῦ πελάγους εἰς τοὐπίσω ποιήσονται τὸν πλοῦν, ὡς ἀσεβεῖς καὶ λυμεῶνας ὅλου τοῦ ἔθνους τιμωρίαις περιπεσεῖσθαι ταῖς μεγίσταις.
τοὺς μὲν οὖν Αἰθίοπάς φασι μεγάλην πανήγυριν ἀγαγεῖν παρὰ τὴν θάλατταν, καὶ θυσίας μεγαλοπρεπεῖς ἐπιτελέσαντας καταστέψαι τοὺς σκεψομένους καὶ καθαρμὸν ποιησομένους τοῦ ἔθνους ἐξαποστεῖλαι.
τούτους δὲ πλεύσαντας πέλαγος μέγα καὶ χειμασθέντας ἐν μησὶ τέτταρσι προσενεχθῆναι τῇ προσημανθείσῃ νήσῳ, στρογγύλῃ μὲν ὑπαρχούσῃ τῷ σχήματι, τὴν δὲ περίμετρον ἐχούσῃ σταδίων ὡς πεντακισχιλίων.
ἤδη δʼ αὐτῶν ἐγγιζόντων τῇ νήσῳ τῶν ἐγχωρίων τινὰς ἀπαντήσαντας καταγαγεῖν τὸ σκάφος· τοὺς δὲ κατὰ τὴν νῆσον συνδραμόντας θαυμάζειν μὲν τὸν τῶν ξένων κατάπλουν, προσενεχθῆναι δὲ αὐτοῖς ἐπιεικῶς καὶ μεταδιδόναι τῶν παρʼ αὐτοῖς χρησίμων.
εἶναι δὲ τοὺς τὴν νῆσον οἰκοῦντας ταῖς τε τῶν σωμάτων ἰδιότησι καὶ ταῖς ἀγωγαῖς πολὺ διαλλάττοντας τῶν κατὰ τὴν ἡμετέραν οἰκουμένην· πάντας μὲν γὰρ παραπλησίους εἶναι τοῖς ἀναπλάσμασι τῶν σωμάτων, καὶ κατὰ τὸ μέγεθος ὑπεράγειν τοὺς τέτταρας πήχεις, τὰ δὲ ὀστᾶ τοῦ σώματος ἔχειν ἐπὶ ποσὸν καμπτόμενα καὶ πάλιν ἀποκαθιστάμενα παραπλησίως τοῖς νευρώδεσι τόποις.
εἶναι δὲ τοῖς σώμασιν ἁπαλοὺς μὲν καθʼ ὑπερβολήν, εὐτονωτέρους δὲ πολὺ τῶν παρʼ ἡμῖν· δραξαμένων γὰρ αὐτῶν ταῖς χερσὶν ὁδηποτοῦν μηδένα δύνασθαι τὸ τοῖς δακτύλοις περιληφθὲν ἐκτρέψαι. τρίχας δʼ ἁπλῶς μηδαμῇ τοῦ σώματος ἔχειν πλὴν ἐν τῇ κεφαλῇ καὶ ὀφρύσι καὶ βλεφάροις, ἔτι δὲ καὶ πώγωνι, τὰ δὲ ἄλλα μέρη τοῦ σώματος οὕτω λεῖα ὥστε μηδὲ τὸν ἐλάχιστον χνοῦν ἐν τῷ σώματι φαίνεσθαι.
εἶναι δὲ καὶ τῷ κάλλει διαπρεπεῖς καὶ ταῖς ἄλλαις περιγραφαῖς τοῦ σώματος εὐρύθμους. καὶ τὰ μὲν τῆς ἀκοῆς τρήματα πολὺ τῶν παρʼ ἡμῖν ἔχειν εὐρυχωρέστερα, καὶ καθάπερ ἐπιγλωττίδας αὐτοῖς ἐκπεφυκέναι.
ἴδιον δέ τι καὶ περὶ τὴν γλῶτταν αὐτοὺς ἔχειν, τὸ μὲν φυσικῶς αὐτοῖς συγγεγενημένον, τὸ δʼ ἐξ ἐπινοίας φιλοτεχνούμενον· δίπτυχον μὲν γὰρ αὐτοὺς ἔχειν τὴν γλῶτταν ἐπὶ ποσόν, τὰ δʼ ἐνδοτέρω προσδιαιρεῖν,
ὥστε διπλῆν αὐτὴν γίνεσθαι μέχρι τῆς ῥίζης. διὸ καὶ ποικιλωτάτους αὐτοὺς εἶναι καὶ ταῖς φωναῖς οὐ μόνον πᾶσαν ἀνθρωπίνην καὶ διηρθρωμένην διάλεκτον μιμουμένους, ἀλλὰ καὶ τὰς τῶν ὀρνέων πολυφωνίας, καὶ καθόλου πᾶσαν ἤχου ἰδιότητα προΐεσθαι· τὸ δὲ πάντων παραδοξότατον, ἅμα πρὸς δύο τῶν ἐντυγχανόντων λαλεῖν ἐντελῶς, ἀποκρινομένους τε καὶ ταῖς ὑποκειμέναις περιστάσεσιν οἰκείως ὁμιλοῦντας· τῇ μὲν γὰρ ἑτέρᾳ πτυχὶ πρὸς τὸν ἕνα, τῇ δʼ ἄλλῃ πάλιν ὁμοίως πρὸς τὸν ἕτερον διαλέγεσθαι.
εὐκρατότατον δʼ εἶναι τὸν ἀέρα παρʼ αὐτοῖς, ὡς ἂν κατὰ τὸν ἰσημερινὸν οἰκοῦντας, καὶ μήθʼ ὑπὸ καύματος μήθʼ ὑπὸ ψύχους ἐνοχλουμένους. καὶ τὰς ὀπώρας δὲ παρʼ αὐτοῖς παρʼ ὅλον τὸν ἐνιαυτὸν ἀκμάζειν, ὥσπερ καὶ ὁ ποιητής φησιν ὄχνη ἐπʼ ὄχνῃ γηράσκει, μῆλον δʼ ἐπὶ μήλῳ, αὐτὰρ ἐπὶ σταφυλῇ σταφυλή, σῦκον δʼ ἐπὶ σύκῳ. εἶναι δὲ διὰ παντὸς παρʼ αὐτοῖς τὴν ἡμέραν ἴσην τῇ νυκτί, καὶ κατὰ τὸ μέσον τῆς ἡμέρας μὴ γίνεσθαι παρʼ αὐτοῖς σκιὰν μηδενὸς διὰ τὸ κατὰ κορυφὴν εἶναι τὸν ἥλιον.
βιοῦν δʼ αὐτοὺς κατὰ συγγενείας καὶ συστήματα, συνηγμένων τῶν οἰκείων οὐ πλειόνων ἢ τετρακοσίων· τούτους δʼ ἐν τοῖς λειμῶσι διαζῆν, πολλὰ τῆς χώρας ἐχούσης πρὸς διατροφήν· διὰ γὰρ τὴν ἀρετὴν τῆς νήσου καὶ τὴν εὐκρασίαν τοῦ ἀέρος γεννᾶσθαι τροφὰς αὐτομάτους πλείους τῶν ἱκανῶν.