Book 11
97.4
οὐ πειθομένων δὲ τῶν στρατηγῶν διὰ τὸ πολλοὺς μὲν τραυματίας εἶναι τῶν στρατιωτῶν, πάντας δʼ ὑπὸ τῆς μάχης κατακόπους ὑπάρχειν τοῖς σώμασιν, ἀπέστειλέ τινας τῶν ἱππέων ἐπὶ τὴν παρεμβολὴν τῶν Ἀθηναίων τοὺς ἐροῦντας, ὅτι προαπεστάλκασιν οἱ Συρακόσιοι τοὺς τὰς ὁδοὺς καὶ τοὺς ἐπικαιροτάτους τόπους προκαταληψομένους.
97.5
ποιησάντων δὲ τῶν ἱππέων τὸ προσταχθὲν ἤδη νυκτὸς οὔσης, οἱ μὲν Ἀθηναῖοι νομίσαντες τῶν Λεοντίνων τινὰς εἶναι τοὺς διʼ εὔνοιαν ἀπηγγελκότας, διεταράχθησαν οὐ μικρῶς καὶ τὴν ἀπαλλαγὴν ὑπερέθεντο· ᾧπερ εἰ μὴ παρεκρούσθησαν, ἀσφαλῶς ἂν ἐχωρίσθησαν.
97.6
οἱ μὲν οὖν Συρακόσιοι τῆς ἡμέρας ὑποφωσκούσης ἀπέστειλαν τοὺς προκαταληψομένους τὰ στενόπορα τῶν ὁδῶν· οἱ δὲ τῶν Ἀθηναίων στρατηγοὶ διελόμενοι τοὺς στρατιώτας εἰς δύο μέρη, καὶ τὰ μὲν σκευοφόρα καὶ τοὺς ἀρρώστους εἰς μέσον λαβόντες, τοὺς δὲ δυναμένους μάχεσθαι προηγεῖσθαι καὶ οὐραγεῖν τάξαντες, προῄεσαν ἐπὶ Κατάνης, ὧν μὲν Δημοσθένους, ὧν δὲ Νικίου καθηγουμένων.