Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 11

97.2 Δημήτριος δὲ παραγενόμενος εἰς τὴν πέτραν καὶ τὴν λείαν καταλαβὼν ἀπηλλαγμένην προσβολὰς συνεχεῖς ἐποιεῖτο τῷ χωρίῳ. ἀμυνομένων δὲ τῶν ἔνδον εὐρώστως καὶ περιγιγνομένων ῥᾳδίως διὰ τὴν ὑπεροχὴν τῶν τόπων τότε μὲν μέχρι δείλης ἀγωνισάμενος ἀνεκαλέσατο τῇ σάλπιγγι τοὺς στρατιώτας·
95.6 τοῦ γὰρ αἰγιαλοῦ παντὸς τὸ μὲν ὑπὸ τῶν πεζῶν τῶν Ἀθηναίων κατείχετο, τὸ δʼ ὑπὸ τῶν Συρακοσίων, ὥστʼ ἐνίοτε τοὺς παρὰ τὴν γῆν ναυμαχοῦντας συμμάχους ἔχειν τοὺς ἐπὶ τῆς χέρσου στρατοπεδεύοντας.
97.3 τῇ δʼ ὑστεραίᾳ προσαγαγόντος αὐτοῦ τῇ πέτρᾳ τῶν βαρβάρων τις ἀνεβόησεν “βασιλεῦ Δημήτριε, τί βουλόμενος ἢ τίνος ἀναγκάζοντος πολεμεῖς ἡμᾶς, οἰκοῦντας ἐν ἐρημίᾳ καὶ τόποις οὔθʼ ὕδωρ ἔχουσιν οὔτε σῖτον οὔτε οἶνον οὔτʼ ἄλλο τι ἁπλῶς οὐδὲν τῶν παρʼ ὑμῖν εἰς τὴν χρείαν ἀνηκόντων;
49.7 οἱ δʼ ἐπὶ τῶν τειχῶν ὅτε μὲν ἴδοιεν τοὺς ἰδίους εὐημεροῦντας, ἐπαιάνιζον, ὅτε δʼ ἐλαττουμένους, ἔστενον καὶ μετὰ δακρύων τοῖς θεοῖς προσηύχοντο. ἐνίοτε γάρ, εἰ τύχοι, τῶν Συρακοσίων τριήρων παρὰ τὰ τείχη διαφθείρεσθαί τινας συνέβαινε, καὶ τοὺς ἰδίους ἐν ὀφθαλμοῖς τῶν συγγενῶν ἀναιρεῖσθαι, καὶ θεωρεῖν γονεῖς μὲν τέκνων ἀπώλειαν, ἀδελφὰς δὲ καὶ γυναῖκας ἀνδρῶν καὶ ἀδελφῶν οἰκτρὰν καταστροφήν.
97.4 ἡμεῖς γὰρ οὐδενὶ τρόπῳ προσιέμενοι δουλεύειν συμπεφεύγαμεν εἰς χώραν σπανίζουσαν πάντων τῶν ἐν τοῖς ἄλλοις χρησίμων καὶ βίον εἱλόμεθα ζῆν ἔρημον καὶ θηριώδη παντελῶς, οὐδὲν ὑμᾶς βλάπτοντες. ἀξιοῦμεν οὖν καὶ σὲ καὶ τὸν πατέρα μὴ ἀδικεῖν ἡμᾶς, ἀλλὰ λαβόντας δωρεὰς παρʼ ἡμῶν ἀπαγαγεῖν τὸ στρατόπεδον καὶ φίλους νομίζειν Ναβαταίους εἰς τὸν λοιπὸν χρόνον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme