Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 11

12.3 τῶν δὲ εἰς τὸ συμβούλιον παρειλημμένων οἱ μὲν τῷ Δημοσθένει συγκατέθεντο περὶ τῆς ἀναγωγῆς, οἱ δὲ τῷ Νικίᾳ τὴν αὐτὴν γνώμην ἀπεφαίνοντο· διόπερ οὐδὲν σαφὲς ἐπικρίναντες ἐφʼ ἡσυχίας ἔμενον.
93.4 ὁ δʼ Ἀντίγονος ἐτύγχανε μὲν ὢν ἐν Κελαιναῖς τῆς Φρυγίας, κομισάμενος δὲ τὴν ἐπιστολὴν ἐχάρη διαφερόντως ἐπὶ τῷ δοκεῖν τὸν υἱὸν νέον ὄντα κατωρθωκέναι διʼ αὑτοῦ καὶ φαίνεσθαι βασιλείας ἄξιον. αὐτὸς δὲ τὴν δύναμιν ἀναλαβὼν ἀνέζευξεν ἐκ τῆς Φρυγίας καὶ τὸν Ταῦρον ὑπερβαλὼν ὀλίγαις ἡμέραις συνέμιξε τοῖς περὶ τὸν Δημήτριον.
45.4 τοῖς δὲ Συρακοσίοις παραγενομένης συμμαχίας παρά τε Σικελῶν καὶ Σελινουντίων, ἔτι δὲ Γελῴων, πρὸς δὲ τούτοις Ἱμεραίων καὶ Καμαριναίων, οἱ μὲν Συρακόσιοι μᾶλλον ἐθάρρουν, οἱ δʼ Ἀθηναῖοι περιδεεῖς ἐγίνοντο. τῆς δὲ νόσου μεγάλην ἐπίτασιν λαμβανούσης πολλοὶ τῶν στρατιωτῶν ἀπέθνησκον, καὶ πάντες μετεμέλοντο διὰ τὸ μὴ πάλαι τὸν ἀπόπλουν πεποιῆσθαι.
93.5 Πτολεμαῖος δὲ πυθόμενος τὴν Ἀντιγόνου παρουσίαν καὶ συναγαγὼν τοὺς ἡγεμόνας καὶ φίλους ἐβουλεύετο πότερον συμφέρει μένειν καὶ ἀγωνίζεσθαι περὶ τῶν ὅλων κατὰ Συρίαν ἢ προάγειν εἰς Αἴγυπτον καὶ πολεμεῖν ἐκεῖθεν, καθάπερ καὶ πρότερον Περδίκκᾳ.
92.5 διὸ καὶ τοῦ πλήθους θορυβοῦντος, καὶ τῶν ἄλλων πάντων ἐπὶ τὰς ναῦς ὁρμώντων, ὁ Νικίας ἠναγκάσθη συγχωρῆσαι περὶ τῆς εἰς οἶκον ἀναγωγῆς. ὁμογνωμόνων δὲ ὄντων τῶν στρατηγῶν, οἱ στρατιῶται τὰ σκεύη ἐνετίθεντο καὶ τὰς τριήρεις πληρώσαντες ᾖρον τὰς κεραίας· καὶ παρήγγειλαν οἱ στρατηγοὶ τοῖς πλήθεσιν, ὅταν σημήνῃ, μηδένα τῶν κατὰ τὸ στρατόπεδον ὑστερεῖν, ὡς ἀπολειφθησόμενον τὸν βραδύνοντα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme