Book 11
96.5
διὸ καὶ κατά τινας τόπους τῆς Ἀραβίας ὀρυττομένης τῆς γῆς εὑρίσκονται φλέβες εὐώδεις, ὧν μεταλλευομένων ἐξαίσιοι τὸ μέγεθος λατομίαι γίνονται· ἐκ δὲ τούτων τὰς οἰκίας συλλέγοντες κατασκευάζουσιν, αἷς ὅταν ἐκ τοῦ περιέχοντος προσπέσωσι ψεκάδες, τὸ διατηκόμενον ὑπὸ τῆς ἰκμάδος δυρρεῖ εἰς τὰς ἁρμογὰς τῶν λίθων, καὶ πηγνύμενον συμφυεῖς ἀπεργάζεται τοίχους.
42.5
ἐνταῦθα δʼ αὐτοῦ πολιορκουμένου παρεγενήθησαν οἱ περὶ τὸν Ἀλέξανδρον βοήθειαν φέροντες τῷ πατρί. γενομένης οὖν μάχης ἰσχυρᾶς ἀνῃρέθησαν πολλοὶ τῶν στρατιωτῶν, ἐν οἷς ἦσαν ἄλλοι τέ τινες τῶν ἀξιολόγων ἀνδρῶν καὶ Μίκυθος ὁ στρατηγὸς καὶ Λύσανδρος Ἀθηναῖος ὁ κατασταθεὶς ἐπὶ τῆς Λευκάδος ὑπὸ Κασάνδρου.
40.7
οἱ δʼ Ἀθηναῖοι μετʼ Εὐρυμέδοντος μὲν τοῦ στρατηγοῦ δέκα ναῦς ἀπέστειλαν εἰς Σικελίαν καὶ ἀργυρίου τάλαντα ἑκατὸν τεσσαράκοντα περὶ τὰς χειμερινὰς τροπάς· περὶ δὲ τὴν ἐαρινὴν ὥραν παρεσκευάζοντο μέγαν στόλον ἀποστέλλειν. διόπερ στρατιώτας τε πανταχόθεν παρὰ τῶν συμμάχων κατέγραφον καὶ χρήματα συνήθροιζον.
50.1
μεταλλεύεται δὲ κατὰ τὴν Ἀραβίαν καὶ ὁ προσαγορευόμενος ἄπυρος χρυσός, οὐχ ὥσπερ παρὰ τοῖς ἄλλοις ἐκ ψηγμάτων καθεψόμενος, ἀλλʼ εὐθὺς ὀρυττόμενος εὑρίσκεται τὸ μέγεθος καρύοις κασταναϊκοῖς παραπλήσιος, τὴν δὲ χρόαν οὕτω φλογώδης ὥστε τοὺς ἐντιμοτάτους λίθους ὑπὸ τῶν τεχνιτῶν ἐνδεθέντας ποιεῖν τὰ κάλλιστα τῶν κοσμημάτων.