Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 11

41.3 Τελεσφόρος μὲν οὖν ζηλοτυπήσας τὴν προαγωγὴν Πτολεμαίου τοῦτον τὸν τρόπον ἐγένετο προδότης τῆς πρὸς Ἀντίγονον φιλίας. Πτολεμαῖος δʼ ὁ Ἀντιγόνου στρατηγὸς ἦν μὲν τεταγμένος ἐπὶ τῶν κατὰ τὴν Ἑλλάδα πραγμάτων, πυθόμενος δὲ τὴν ἀπόστασιν τὴν Τελεσφόρου καὶ τὴν κατάληψιν τῆς Ἠλείων πόλεως, ἔτι δὲ τὴν σύλησιν τῶν κατὰ τὴν Ὀλυμπίαν χρημάτων παρῆλθεν εἰς Πελοπόννησον μετὰ δυνάμεως. καταντήσας δʼ εἰς Ἦλιν καὶ τὴν ἐντετειχισμένην ἀκρόπολιν κατασκάψας τήν τε ἐλευθερίαν ἀπέδωκε τοῖς Ἠλείοις καὶ τὰ χρήματα ἀποκατέστησεν τῷ θεῷ. μετὰ δὲ ταῦτα τὸν Τελεσφόρον πείσας παρέλαβεν τὴν Κυλλήνην, φρουρουμένην ὑπʼ αὐτοῦ, καὶ τοῖς Ἠλείοις ἀποκατέστησεν.
86.2 μετὰ δὲ τὴν μάχην παραγενομένων τρισκαίδεκα τριήρων ἐκ Κορίνθου, τοὺς ἐκ τῶν πληρωμάτων ἀναλαβὼν ὁ Γύλιππος μετὰ τῶν Συρακοσίων προσέβαλε τῇ παρεμβολῇ τῶν πολεμίων, καὶ τὰς Ἐπιπολὰς ἐπολιόρκει. ἐξελθόντων δὲ τῶν Ἀθηναίων συνῆψαν μάχην οἱ Συρακόσιοι, καὶ πολλοὺς τῶν Ἀθηναίων ἀποκτείναντες ἐνίκησαν, καὶ διʼ ὅλης τῆς Ἐπιπολῆς τὸ τεῖχος κατέσκαψαν· οἱ δʼ Ἀθηναῖοι καταλιπόντες τὸν πρὸς ταῖς Ἐπιπολαῖς τόπον πᾶσαν τὴν δύναμιν εἰς τὴν ἄλλην παρεμβολὴν μετήγαγον.
49.1 ἡ δʼ ἐχομένη τῆς ἀνύδρου καὶ ἐρήμου χώρας Ἀραβία τοσοῦτο διαφέρει ταύτης ὥστε διὰ τὸ πλῆθος τῶν ἐν αὐτῇ φυομένων καρπῶν τε καὶ τῶν ἄλλων ἀγαθῶν εὐδαίμονα Ἀραβίαν προσαγορευθῆναι.
88.1 ἅμα δὲ τούτοις πρασσομένοις Ἠπειρῶται τελευτήσαντος Αἰακίδου τοῦ βασιλέως αὐτῶν Ἀλκέτᾳ τὴν βασιλείαν παρέδωκαν, ὃς ἦν πεφυγαδευμένος μὲν ὑπὸ Ἀρύμβου τοῦ πατρός, ἀλλοτρίως δὲ διακείμενος πρὸς Κάσανδρον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme