Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 1

41.7 μαρτυρεῖν δὲ τοῖς ὑφʼ ἑαυτοῦ λεγομένοις καὶ τὸ γινόμενον περί τινας τόπους τῆς Ἀσίας· πρὸς μὲν γὰρ τοῖς ὅροις τῆς Σκυθίας τοῖς πρὸς τὸ Καυκάσιον ὄρος συνάπτουσι, παρεληλυθότος ἤδη τοῦ χειμῶνος, καθʼ ἕκαστον ἔτος νιφετοὺς ἐξαισίους γίνεσθαι συνεχῶς ἐπὶ πολλὰς ἡμέρας, ἐν δὲ τοῖς πρὸς βορρᾶν ἐστραμμένοις μέρεσι τῆς Ἰνδικῆς ὡρισμένοις καιροῖς καὶ χάλαζαν ἄπιστον τὸ μέγεθος καὶ τὸ πλῆθος καταράττειν, καὶ περὶ μὲν τὸν Ὑδάσπην ποταμὸν ἀρχομένου θέρους συνεχεῖς ὄμβρους γίνεσθαι, κατὰ δὲ τὴν Αἰθιοπίαν μεθʼ ἡμέρας τινὰς ταὐτὸ συμβαίνειν, καὶ ταύτην τὴν περίστασιν κυκλουμένην ἀεὶ τοὺς συνεχεῖς τόπους χειμάζειν.
41.8 οὐδὲν οὖν εἶναι παράδοξον εἰ καὶ κατὰ τὴν Αἰθιοπίαν τὴν κειμένην ὑπὲρ Αἰγύπτου συνεχεῖς ἐν τοῖς ὄρεσιν ὄμβροι καταράττοντες ἐν τῷ θέρει πληροῦσι τὸν ποταμόν, ἄλλως τε καὶ τῆς ἐναργείας αὐτῆς μαρτυρουμένης ὑπὸ τῶν περὶ τοὺς τόπους οἰκούντων βαρβάρων.
41.9 εἰ δὲ τοῖς παρʼ ἡμῖν γινομένοις ἐναντίαν ἔχει τὰ λεγόμενα φύσιν, οὐ διὰ τοῦτʼ ἀπιστητέον· καὶ γὰρ τὸν νότον παρʼ ἡμῖν μὲν εἶναι χειμέριον, περὶ δὲ τὴν Αἰθιοπίαν αἴθριον ὑπάρχειν, καὶ τὰς βορείους πνοὰς περὶ μὲν τὴν Εὐρώπην εὐτόνους εἶναι, κατʼ ἐκείνην δὲ τὴν χώραν βληχρὰς καὶ ἀτόνους καὶ παντελῶς ἀσθενεῖς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme