Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 1

41.3 ῥητέον δὲ καὶ πρὸς τοῦτον ὅτι πολλοὶ ποταμοὶ τῶν κατὰ τὴν Λιβύην ὁμοίως μὲν κείμενοι τοῖς στόμασι, παραπλησίους δὲ τὰς ῥύσεις ποιούμενοι, τὴν ἀνάβασιν οὐκ ἔχουσιν ἀνάλογον τῷ Νείλῳ· τοὐναντίον γὰρ ἐν μὲν τῷ χειμῶνι πληρούμενοι, κατὰ δὲ τὸ θέρος λήγοντες ἐλέγχουσι τὸ ψεῦδος τοῦ πειρωμένου τοῖς πιθανοῖς καταμάχεσθαι τὴν ἀλήθειαν.
41.4 ἔγγιστα δὲ τῇ ἀληθείᾳ προσελήλυθεν Ἀγαθαρχίδης ὁ Κνίδιος. φησὶ γὰρ κατʼ ἐνιαυτὸν ἐν τοῖς κατὰ τὴν Αἰθιοπίαν ὄρεσι γίνεσθαι συνεχεῖς ὄμβρους ἀπὸ θερινῶν τροπῶν μέχρι τῆς μετοπωρινῆς ἰσημερίας·
41.5 εὐλόγως οὖν τὸν Νεῖλον ἐν μὲν τῷ χειμῶνι συστέλλεσθαι, τὴν κατὰ φύσιν ἔχοντα ῥύσιν ἀπὸ μόνων τῶν πηγῶν, κατὰ δὲ τὸ θέρος διὰ τοὺς ἐκχεομένους ὄμβρους λαμβάνειν τὴν αὔξησιν.
41.6 εἰ δὲ τὰς αἰτίας μηδεὶς ἀποδοῦναι δύναται μέχρι τοῦ νῦν τῆς τῶν ὑδάτων γενέσεως, οὐ προσήκειν ἀθετεῖσθαι τὴν ἰδίαν ἀπόφασιν· πολλὰ γὰρ τὴν φύσιν ἐναντίως φέρειν, ὧν τὰς αἰτίας οὐκ ἐφικτὸν ἀνθρώποις ἀκριβῶς ἐξευρεῖν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme