Book 1
40.3
εἰ μὲν οὖν ὁ Νεῖλος ἀνέβαινε κατὰ τὸν τοῦ χειμῶνος καιρόν, δῆλον ἂν ὑπῆρχεν ὡς ἐκ τῆς καθʼ ἡμᾶς ζώνης λαμβάνει τὴν ἐπίρρυσιν διὰ τὸ περὶ τούτους τοὺς καιροὺς μάλιστα γίνεσθαι παρʼ ἡμῖν τὰς ἐπομβρίας· ἐπεὶ δὲ τοὐναντίον περὶ τὸ θέρος πληροῦται, πιθανὸν εἶναι κατὰ τοὺς ἀντικειμένους τόπους γεννᾶσθαι τοὺς χειμῶνας, καὶ τὸ πλεονάζον τῶν κατʼ ἐκείνους τοὺς τόπους ὑδάτων εἰς τὴν καθʼ ἡμᾶς οἰκουμένην φέρεσθαι.
40.4
διὸ καὶ πρὸς τὰς πηγὰς τοῦ Νείλου μηδένα δύνασθαι παρελθεῖν, ὡς ἂν ἐκ τῆς ἐναντίας ζώνης διὰ τῆς ἀοικήτου φερομένου τοῦ ποταμοῦ. μαρτυρεῖν δὲ τούτοις καὶ τὴν ὑπερβολὴν τῆς γλυκύτητος τοῦ κατὰ τὸν Νεῖλον ὕδατος· διὰ γὰρ τῆς κατακεκαυμένης αὐτὸν ῥέοντα καθέψεσθαι, καὶ διὰ τοῦτο γλυκύτατον εἶναι πάντων τῶν ποταμῶν, ἅτε φύσει τοῦ πυρώδους πᾶν τὸ ὑγρὸν ἀπογλυκαίνοντος.
40.5
οὗτος δʼ ὁ λόγος ἔχει μέν τινα φανερὰν καὶ πρόχειρον ἀντίρρησιν, ὅτι παντελῶς ἀδύνατον εἶναι δοκεῖ ποταμὸν ἐκ τῆς ἀντικειμένης οἰκουμένης εἰς τὴν ἡμετέραν ἀναφέρεσθαι, καὶ μάλιστʼ εἴ τις ὑπόθοιτο σφαιροειδῆ τὴν γῆν ὑπάρχειν. καὶ γὰρ ἐάν τις τοῖς λόγοις κατατολμήσας βιάζηται τὴν ἐνάργειαν, ἥ γε φύσις τῶν πραγμάτων οὐδαμῶς συγχωρήσει. καθόλου μὲν γὰρ ἀνεξέλεγκτον ἀπόφασιν εἰσηγούμενοι, καὶ τὴν ἀοίκητον χώραν μεταξὺ τιθέμενοι, ταύτῃ διαφεύξεσθαι τοὺς ἀκριβεῖς ἐλέγχους νομίζουσι·