Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 1

39.2 τὸ δὲ πλῆθος τῆς σωρευομένης χιόνος ἐν τοῖς βορείοις μέρεσι περὶ μὲν τὰς τροπὰς μένειν πεπηγός, ἐν δὲ τῷ θέρει διαλυομένων ὑπὸ τῆς θερμασίας τῶν πάγων πολλὴν τηκεδόνα γίνεσθαι, καὶ διὰ τοῦτο πολλὰ γεννᾶσθαι καὶ παχέα νέφη περὶ τοὺς μετεωροτέρους τῶν τόπων, δαψιλοῦς τῆς ἀναθυμιάσεως πρὸς τὸ ὕψος αἰρομένης.
39.3 ταῦτα δʼ ὑπὸ τῶν ἐτησίων ἐλαύνεσθαι, μέχρι ἂν ὅτου προσπέσῃ τοῖς μεγίστοις ὄρεσι τῶν κατὰ τὴν οἰκουμένην, ἅ φησιν εἶναι περὶ τὴν Αἰθιοπίαν· ἔπειτα πρὸς τούτοις οὖσιν ὑψηλοῖς βιαίως θραυόμενα παμμεγέθεις ὄμβρους γεννᾶν, ἐξ ὧν πληροῦσθαι τὸν ποταμὸν μάλιστα κατὰ τὴν τῶν ἐτησίων ὥραν.
39.4 ῥᾴδιον δὲ καὶ τοῦτον ἐξελέγξαι τοὺς χρόνους τῆς αὐξήσεως ἀκριβῶς ἐξετάζοντα· ὁ γὰρ Νεῖλος ἄρχεται μὲν πληροῦσθαι κατὰ τὰς θερινὰς τροπάς, οὔπω τῶν ἐτησίων πνεόντων, λήγει δʼ ὕστερον ἰσημερίας φθινοπωρινῆς, πάλαι προπεπαυμένων τῶν εἰρημένων ἀνέμων.
39.5 ὅταν οὖν ἡ τῆς πείρας ἀκρίβεια κατισχύῃ τὴν τῶν λόγων πιθανότητα, τὴν μὲν ἐπίνοιαν τἀνδρὸς ἀποδεκτέον, τὴν δὲ πίστιν τοῖς ὑπʼ αὐτοῦ λεγομένοις οὐ δοτέον.
39.6 παρίημι γὰρ καὶ διότι τοὺς ἐτησίας ἰδεῖν ἔστιν οὐδέν τι μᾶλλον ἀπὸ τῆς ἄρκτου πνέοντας ἤπερ τῆς ἑσπέρας· οὐ βορέαι γὰρ οὐδʼ ἀπαρκτίαι μόνοι, ἀλλὰ καὶ οἱ πνέοντες ἀπὸ θερινῆς δύσεως ἀργέσται κοινωνοῦσι τῆς τῶν ἐτησίων προσηγορίας. τό τε λέγειν ὡς μέγιστα συμβαίνει τῶν ὀρῶν ὑπάρχειν τὰ περὶ τὴν Αἰθιοπίαν οὐ μόνον ἀναπόδεικτόν ἐστιν, ἀλλʼ οὐδὲ τὴν πίστιν ἔχει διὰ τῆς ἐναργείας συγχωρουμένην.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme