Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 1

24.3 ὁμοίως δὲ τό τε ῥόπαλον καὶ τὴν λεοντῆν τῷ παλαιῷ πρέπειν Ἡρακλεῖ διὰ τὸ κατʼ ἐκείνους τοὺς χρόνους μήπω τῶν ὅπλων εὑρημένων τοὺς ἀνθρώπους τοῖς μὲν ξύλοις ἀμύνεσθαι τοὺς ἀντιταττομένους, ταῖς δὲ δοραῖς τῶν θηρίων σκεπαστηρίοις ὅπλοις χρῆσθαι. καὶ Διὸς μὲν υἱὸν αὐτὸν ἀναγορεύουσι, μητρὸς δὲ ἧς ἐστιν οὔ φασι γινώσκειν.
24.4 τὸν δʼ ἐξ Ἀλκμήνης γενόμενον ὕστερον πλείοσιν ἔτεσιν ἢ μυρίοις, Ἀλκαῖον ἐκ γενετῆς καλούμενον, ὕστερον Ἡρακλέα μετονομασθῆναι, οὐχ ὅτι διʼ Ἥραν ἔσχε κλέος, ὥς φησιν ὁ Μᾶτρις, ἀλλʼ ὅτι τὴν αὐτὴν ἐζηλωκὼς προαίρεσιν Ἡρακλεῖ τῷ παλαιῷ τὴν ἐκείνου δόξαν ἅμα καὶ προσηγορίαν ἐκληρονόμησε.
24.5 συμφωνεῖν δὲ τοῖς ὑφʼ ἑαυτῶν λεγομένοις καὶ τὴν παρὰ τοῖς Ἕλλησιν ἐκ πολλῶν χρόνων παραδεδομένην φήμην, ὅτι καθαρὰν τὴν γῆν τῶν θηρίων ἐποίησεν Ἡρακλῆς· ὅπερ μηδαμῶς ἁρμόττειν τῷ γεγονότι σχεδὸν κατὰ τοὺς Τρωικοὺς χρόνους, ὅτε τὰ πλεῖστα μέρη τῆς οἰκουμένης ἐξημέρωτο γεωργίαις καὶ πόλεσι καὶ πλήθει τῶν κατοικούντων τὴν χώραν πανταχοῦ.
24.6 μᾶλλον οὖν πρέπειν τῷ γεγονότι κατὰ τοὺς ἀρχαίους χρόνους τὴν ἡμέρωσιν τῆς χώρας, κατισχυομένων ἔτι τῶν ἀνθρώπων ὑπὸ τοῦ πλήθους τῶν θηρίων, καὶ μάλιστα κατὰ τὴν Αἴγυπτον καὶ τὴν ὑπερκειμένην χώραν μέχρι τοῦ νῦν ἔρημον οὖσαν καὶ θηριώδη.
24.7 εἰκὸς γὰρ ταύτης ὡς πατρίδος προνοηθέντα τὸν Ἡρακλέα, καὶ καθαρὰν τὴν γῆν τῶν θηρίων ποιήσαντα, παραδοῦναι τοῖς γεωργοῖς τὴν χώραν, καὶ διὰ τὴν εὐεργεσίαν τυχεῖν ἰσοθέου τιμῆς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme