Book 1
22.1
τὴν δὲ Ἶσίν φασι μετὰ τὴν Ὀσίριδος τελευτὴν ὀμόσαι μηδενὸς ἀνδρὸς ἔτι συνουσίαν προσδέξεσθαι, διατελέσαι δὲ τὸν λοιπὸν τοῦ βίου χρόνον βασιλεύουσαν νομιμώτατα καὶ ταῖς εἰς τοὺς ἀρχομένους εὐεργεσίαις ἅπαντας ὑπερβαλλομένην.
22.2
ὁμοίως δὲ καὶ ταύτην μεταστᾶσαν ἐξ ἀνθρώπων τυχεῖν ἀθανάτων τιμῶν καὶ ταφῆναι κατὰ τὴν Μέμφιν, ὅπου δείκνυται μέχρι τοῦ νῦν ὁ σηκός, ὑπάρχων ἐν τῷ τεμένει τοῦ Ἡφαίστου.
22.3
ἔνιοι δέ φασιν οὐκ ἐν Μέμφει κεῖσθαι τὰ σώματα τούτων τῶν θεῶν, ἀλλʼ ἐπὶ τῶν ὅρων τῆς Αἰθιοπίας καὶ τῆς Αἰγύπτου κατὰ τὴν ἐν τῷ Νείλῳ νῆσον, κειμένην μὲν πρὸς ταῖς καλουμέναις Φίλαις, ἔχουσαν δὲ προσηγορίαν ἀπὸ τοῦ συμβεβηκότος ἱεροῦ πεδίου.
22.4
σημεῖα δὲ τούτου δεικνύουσιν ἐν τῇ νήσῳ ταύτῃ διαμένοντα τόν τε τάφον τὸν κατεσκευασμένον Ὀσίριδι, κοινῇ τιμώμενον ὑπὸ τῶν κατʼ Αἴγυπτον ἱερέων, καὶ τὰς περὶ τοῦτον κειμένας ἑξήκοντα καὶ τριακοσίας χοάς·
22.5
ταύτας γὰρ καθʼ ἑκάστην ἡμέραν γάλακτος πληροῦν τοὺς πρὸς τούτοις ταχθέντας ἱερεῖς, καὶ θρηνεῖν ἀνακαλουμένους τὰ τῶν θεῶν ὀνόματα.