Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 1

21.2 αἱ δὲ πόλεις εἰς πέδας κατέστησαν τοὺς διαιρεθέντας αἰχμαλώτους, καὶ τὰ δημόσια τῶν ἔργων διὰ τούτων ἐπεσκεύαζον. πλείστους δὲ λαβόντες Ἀκραγαντῖνοι τήν τε πόλιν αὐτῶν καὶ τὴν χώραν ἐκόσμησαν· τοσοῦτον γὰρ παρʼ αὐτοῖς τῶν ἡλωκότων ἦν τὸ πλῆθος, ὥστε πολλοὺς τῶν ἰδιωτῶν παρʼ αὐτοῖς ἔχειν δεσμώτας πεντακοσίους. συνεβάλετο γὰρ αὐτοῖς πρὸς τὸ πλῆθος τῶν αἰχμαλώτων οὐ μόνον ὅτι πολλοὺς στρατιώτας ἀπεσταλκότες ἦσαν ἐπὶ τὴν μάχην, ἀλλὰ καὶ διότι γενομένης τῆς τροπῆς πολλοὶ τῶν φευγόντων εἰς τὴν μεσόγειον ἀνεχώρησαν, μάλιστα δὲ εἰς τὴν Ἀκραγαντίνων, ὧν ἁπάντων ὑπὸ τῶν Ἀκραγαντίνων ζωγρηθέντων ἔγεμεν ἡ πόλις τῶν ἑαλωκότων.
28.7 διὸ καὶ τοὺς Ἕλληνας, ἐξ Αἰγύπτου παρειληφότας τὰ περὶ τοὺς ὀργιασμοὺς καὶ τὰς Διονυσιακὰς ἑορτάς, τιμᾶν τοῦτο τὸ μόριον ἔν τε τοῖς μυστηρίοις καὶ ταῖς τοῦ θεοῦ τούτου τελεταῖς τε καὶ θυσίαις, ὀνομάζοντας αὐτὸ φαλλόν.
20.2 κατηγορήσας δὲ πολλὰ τοῦ Θίβρωνος εἰς ὠμότητα καὶ ἀπιστίαν ἔπεισε λῦσαι τὰς ὁμολογίας καὶ τῆς ἐλευθερίας ἀντέχεσθαι. διὸ καὶ ταλάντων ἑξήκοντα μόνον ἀποδεδομένων, τῶν δὲ λοιπῶν χρημάτων οὐ διδομένων ὁ μὲν Θίβρων ἐγκαλέσας τοῖς ἀφεστηκόσι συνέλαβε τῶν Κυρηναίων τοὺς παρόντας ἐν τῷ λιμένι, ὄντας περὶ ὀγδοήκοντα, εὐθὺ δὲ τὴν δύναμιν ἐπαγαγὼν ἐπὶ τὴν πόλιν ἐπολιόρκει τὴν Κυρήνην· οὐδὲν δὲ δυνάμενος πρᾶξαι πάλιν πρὸς τὸν λιμένα ἐπανῆλθε.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme