Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 1

23.5 ταύτας γὰρ καθʼ ἑκάστην ἡμέραν γάλακτος πληροῦν τοὺς πρὸς τούτοις ταχθέντας ἱερεῖς, καὶ θρηνεῖν ἀνακαλουμένους τὰ τῶν θεῶν ὀνόματα.
19.5 διεπρεσβεύσατο δὲ καὶ πρὸς τὰς ἄλλας πόλεις, ἀξιῶν συμμαχεῖν ὡς μέλλοντος αὐτοῦ τὴν πλησιόχωρον Λιβύην καταστρέφεσθαι. διήρπασε δὲ καὶ τῶν ἐμπόρων τὰ καταληφθέντα χρήματα ἐν τῷ λιμένι καὶ τοῖς στρατιώταις εἰς διαρπαγὴν ἔδωκεν, ἐκκαλούμενος αὐτῶν τὰς προθυμίας εἰς τὸν πόλεμον.
21.1 ὁ δὲ Γέλων μετὰ τὴν νίκην τούς τε ἱππεῖς τοὺς ἀνελόντας τὸν Ἀμίλκαν δωρεαῖς ἐτίμησε καὶ τῶν ἄλλων τοὺς ἠνδραγαθηκότας ἀριστείοις ἐκόσμησε. τῶν δὲ λαφύρων τὰ καλλιστεύοντα παρεφύλαξε, βουλόμενος τοὺς ἐν ταῖς Συρακούσαις νεὼς κοσμῆσαι τοῖς σκύλοις· τῶν δʼ ἄλλων πολλὰ μὲν ἐν Ἱμέρᾳ προσήλωσε τοῖς ἐπιφανεστάτοις τῶν ἱερῶν, τὰ δὲ λοιπὰ μετὰ τῶν αἰχμαλώτων διεμέρισε τοῖς συμμάχοις, κατὰ τὸν ἀριθμὸν τῶν συστρατευσάντων τὴν ἀναλογίαν ποιησάμενος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme