Book 1
19.2
διʼ ἃς αἰτίας πολλοὶ τῶν στρατιωτῶν ἀτακτούντων ὑπολοίπους εἶχον ἐν τῇ παρεμβολῇ πεζοὺς μὲν δισμυρίους καὶ πεντακισχιλίους, ἱππεῖς δὲ τρισχιλίους καὶ πεντακοσίους, ἐν οἷς μάλιστα εἶχον τὰς τῆς νίκης ἐλπίδας διά τε τὰς τῶν ἀνδρῶν ἀρετὰς καὶ διὰ τὸ πεδινὴν ὑποκεῖσθαι χώραν.
18.4
καθόλου δὲ πᾶν τὸ πρὸς δυσμὰς μέρος καταλαβόμενος, τὴν μὲν ἀγορὰν ἅπασαν ἐκ τῶν φορτίδων νεῶν ἐξείλετο, τὰ δὲ πλοῖα ἅπαντα ταχέως ἐξαπέστειλε, προστάξας ἔκ τε τῆς Λιβύης καὶ Σαρδοῦς σῖτον καὶ τὴν ἄλλην ἀγορὰν κομίζειν.
24.3
καὶ Μακεδόνα μὲν τὸν υἱὸν ἀπολιπεῖν βασιλέα τῆς ἀπʼ ἐκείνου προσαγορευθείσης Μακεδονίας, Τριπτολέμῳ δʼ ἐπιτρέψαι τὰς κατὰ τὴν Ἀττικὴν γεωργίας. τέλος δὲ τὸν Ὄσιριν πᾶσαν τὴν οἰκουμένην ἐπελθόντα τὸν κοινὸν βίον τοῖς ἡμερωτάτοις καρποῖς εὐεργετῆσαι.
19.3
τέλος δὲ τῶν περὶ Ἀντίπατρον καθʼ ἡμέραν προαγόντων τὰς δυνάμεις καὶ προκαλουμένων εἰς μάχην τὸ μὲν πρῶτον ἀνέμενον τοὺς ἀπὸ τῶν πόλεων παραγενησομένους, τῶν δὲ καιρῶν κατεπειγόντων ἠναγκάζοντο συγκαταβαίνειν εἰς τὸν ὑπὲρ τῶν ὅλων κίνδυνον. ἐκτάξαντες δὲ τὴν δύναμιν καὶ σπεύδοντες διὰ τῶν ἱππέων κρῖναι τὸν πόλεμον τούτους πρὸ τῆς τῶν πεζῶν φάλαγγος ἔστησαν.
18.5
αὐτὸς δὲ τοὺς ἀρίστους τῶν στρατιωτῶν ἀναλαβὼν ἧκεν ἐπὶ τὴν πόλιν, καὶ τῶν Ἱμεραίων τοὺς ἐπεξιόντας τρεψάμενος καὶ πολλοὺς ἀνελὼν κατεπλήξατο τοὺς ἐν τῇ πόλει. διὸ καὶ Θήρων ὁ Ἀκραγαντίνων δυνάστης, ἔχων δύναμιν ἱκανὴν καὶ παραφυλάττων τὴν Ἱμέραν, φοβηθεὶς εὐθὺς ἀπέστειλεν εἰς τὰς Συρακούσας, ἀξιῶν τὸν Γέλωνα βοηθεῖν τὴν ταχίστην.