Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 1

90.4 περὶ μὲν οὖν τῶν ἀφιερωμένων ζῴων εἰ καὶ πεπλεονάκαμεν, ἀλλʼ οὖν γε τὰ μάλιστα θαυμαζόμενα τῶν παρʼ Αἰγυπτίοις νόμιμα διευκρινήκαμεν.
91.1 οὐχ ἥκιστα δʼ ἄν τις πυθόμενος τὰ περὶ τοὺς τετελευτηκότας νόμιμα τῶν Αἰγυπτίων θαυμάσαι τὴν ἰδιότητα τῶν ἐθῶν. ὅταν γάρ τις ἀποθάνῃ παρʼ αὐτοῖς, οἱ μὲν συγγενεῖς καὶ φίλοι πάντες καταπλαττόμενοι πηλῷ τὰς κεφαλὰς περιέρχονται τὴν πόλιν θρηνοῦντες, ἕως ἂν ταφῆς τύχῃ τὸ σῶμα. οὐ μὴν οὔτε λουτρῶν οὔτε οἴνου οὔτε τῆς ἄλλης τροφῆς ἀξιολόγου μεταλαμβάνουσιν, οὔτε ἐσθῆτας λαμπρὰς περιβάλλονται.
91.2 τῶν δὲ ταφῶν τρεῖς ὑπάρχουσι τάξεις, ἥ τε πολυτελεστάτη καὶ μέση καὶ ταπεινοτάτη. κατὰ μὲν οὖν τὴν πρώτην ἀναλίσκεσθαί φασιν ἀργυρίου τάλαντον, κατὰ δὲ τὴν δευτέραν μνᾶς εἴκοσι, κατὰ δὲ τὴν ἐσχάτην παντελῶς ὀλίγον τι δαπάνημα γίνεσθαι λέγουσιν.
91.3 οἱ μὲν οὖν τὰ σώματα θεραπεύοντές εἰσι τεχνῖται, τὴν ἐπιστήμην ταύτην ἐκ γένους παρειληφότες· οὗτοι δὲ γραφὴν ἑκάστου τῶν εἰς τὰς ταφὰς δαπανωμένων τοῖς οἰκείοις τῶν τελευτησάντων προσενέγκαντες ἐπερωτῶσι τίνα τρόπον βούλονται τὴν θεραπείαν γενέσθαι τοῦ σώματος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme