Book 1
74.6
ἀλλὰ μὴν καὶ τὰς τέχνας ἰδεῖν ἔστι παρὰ τοῖς Αἰγυπτίοις μάλιστα διαπεπονημένας καὶ πρὸς τὸ καθῆκον τέλος διηκριβωμένας· παρὰ μόνοις γὰρ τούτοις οἱ δημιουργοὶ πάντες οὔτʼ ἐργασίας ἄλλης οὔτε πολιτικῆς τάξεως μεταλαμβάνειν ἐῶνται πλὴν τῆς ἐκ τῶν νόμων ὡρισμένης καὶ παρὰ τῶν γονέων παραδεδομένης, ὥστε μήτε διδασκάλου φθόνον μήτε πολιτικοὺς περισπασμοὺς μήτʼ ἄλλο μηδὲν ἐμποδίζειν αὐτῶν τὴν εἰς ταῦτα σπουδήν.
74.7
παρὰ μὲν γὰρ τοῖς ἄλλοις ἰδεῖν ἔστι τοὺς τεχνίτας περὶ πολλὰ τῇ διανοίᾳ περισπωμένους καὶ διὰ τὴν πλεονεξίαν μὴ μένοντας τὸ παράπαν ἐπὶ τῆς ἰδίας ἐργασίας· οἱ μὲν γὰρ ἐφάπτονται γεωργίας, οἱ δʼ ἐμπορίας κοινωνοῦσιν, οἱ δὲ δυοῖν ἢ τριῶν τεχνῶν ἀντέχονται, πλεῖστοι δʼ ἐν ταῖς δημοκρατουμέναις πόλεσιν εἰς τὰς ἐκκλησίας σνντρέχοντες τὴν μὲν πολιτείαν λυμαίνονται, τὸ δὲ λυσιτελὲς περιποιοῦνται παρὰ τῶν μισθοδοτούντων· παρὰ δὲ τοῖς Αἰγυπτίοις, εἴ τις τῶν τεχνιτῶν μετάσχοι τῆς πολιτείας ἢ τέχνας πλείους ἐργάζοιτο, μεγάλαις περιπίπτει τιμωρίαις.
74.8
τὴν μὲν οὖν διαίρεσιν τῆς πολιτείας καὶ τὴν τῆς ἰδίας τάξεως ἐπιμέλειαν διὰ προγόνων τοιαύτην ἔσχον οἱ τὸ παλαιὸν τὴν Αἴγυπτον κατοικοῦντες.
75.1
περὶ δὲ τὰς κρίσεις οὐ τὴν τυχοῦσαν ἐποιοῦντο σπουδήν, ἡγούμενοι τὰς ἐν τοῖς δικαστηρίοις ἀποφάσεις μεγίστην ῥοπὴν τῷ κοινῷ βίῳ φέρειν πρὸς ἀμφότερα.