Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 1

64.5 τὰ γὰρ πλήθη διά τε ταλαιπωρίαν τὴν ἐν τοῖς ἔργοις καὶ διὰ τὸ τούτους τοὺς βασιλεῖς ὠμὰ καὶ βίαια πολλὰ πρᾶξαι διʼ ὀργῆς εἶχε τοὺς αἰτίους, καὶ τὰ σώματα ἠπείλει διασπάσειν καὶ μεθʼ ὕβρεως ἐκρίψειν ἐκ τῶν τάφων·
64.6 διὸ καὶ τελευτῶν ἑκάτερος ἐνετείλατο τοῖς προσήκουσιν ἐν ἀσήμῳ τόπῳ καὶ λάθρᾳ θάψαι τὸ σῶμα. μετὰ δὲ τούτους ἐγένετο βασιλεὺς Μυκερῖνος, ὅν τινες Μεγχερῖνον ὀνομάζουσιν, υἱὸς ὢν τοῦ ποιήσαντος τὴν προτέραν πυραμίδα.
64.7 οὗτος δʼ ἐπιβαλόμενος τρίτην κατασκευάζειν, πρότερον ἐτελεύτησε πρὶν ἢ τὸ πᾶν ἔργον λαβεῖν συντέλειαν. τῆς μὲν γὰρ βάσεως ἑκάστην πλευρὰν ὑπεστήσατο πλέθρων τριῶν, τοὺς δὲ τοίχους ἐπὶ μὲν πεντεκαίδεκα δόμους κατεσκεύασεν ἐκ μέλανος λίθου τῷ Θηβαϊκῷ παραπλησίου, τὸ δὲ λοιπὸν ἀνεπλήρωσεν ἐκ λίθων ὁμοίων ταῖς ἄλλαις πυραμίσιν.
64.8 τῷ δὲ μεγέθει λειπόμενον τοῦτο τὸ ἔργον τῶν προειρημένων τῇ κατὰ τὴν χειρουργίαν τέχνῃ πολὺ διαλλάττει καὶ τῇ τοῦ λίθου πολυτελείᾳ· ἐπιγέγραπται δὲ κατὰ τὴν βόρειον αὐτῆς πλευρὰν ὁ κατασκευάσας αὐτὴν Μυκερῖνος.
64.9 τοῦτον δέ φασι μισήσαντα τὴν τῶν προβασιλευσάντων ὠμότητα ζηλῶσαι βίον ἐπιεικῆ καὶ πρὸς τοὺς ἀρχομένους εὐεργετικόν, καὶ ποιεῖν αὐτὸν συνεχῶς ἄλλα τε πλείω διʼ ὧν ἦν μάλιστα ἐκκαλέσασθαι τὴν τοῦ πλήθους πρὸς αὐτὸν εὔνοιαν, καὶ κατὰ τοὺς χρηματισμοὺς ἀναλίσκειν χρημάτων πλῆθος, διδόντα δωρεὰς τῶν ἐπιεικῶν τοῖς δοκοῦσιν ἐν ταῖς κρίσεσι μὴ κατὰ τρόπον ἀπαλλάττειν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme