10.10
ἐν τούτῳ δὲ τῷ καιρῷ αἱ μὲν κύνες προσκείσονται· αὐτοὺς δὲ χρὴ φυλαττομένους αὐτὸν ἀκοντίζειν, καὶ βάλλειν λίθοις, περιισταμένους ὄπισθεν καὶ πολὺ ἄπωθεν, ἕως ἂν κατατείνῃ προωθῶν αὑτὸν τῆς ἄρκυος τὸν περίδρομον. εἶτα ὅστις ἂν ᾖ τῶν παρόντων ἐμπειρότατος καὶ ἐγκρατέστατος προσελθόντα ἐκ τοῦ πρόσθεν τῷ προβολίῳ παίειν.
10.11
ἐὰν δὲ μὴ βούληται ἀκοντιζόμενος καὶ βαλλόμενος κατατεῖναι τὸν περίδρομον, ἀλλʼ ἐπανιεὶς ἔχῃ προσιόντα περιδρομὴν ποιούμενος, ἀνάγκη, ὅταν οὕτως ἔχῃ, λαβόντα τὸ προβόλιον προσιέναι, ἔχεσθαι δʼ αὐτοῦ τῇ μὲν χειρὶ τῇ ἀριστερᾷ πρόσθεν, τῇ δʼ ἑτέρᾳ ὄπισθεν· κατορθοῖ γὰρ ἡ μὲν ἀριστερὰ αὐτό, ἡ δὲ δεξιὰ ἐπεμβάλλει· ἔμπροσθεν δὲ ὁ ποὺς ὁ μὲν ἀριστερὸς ἑπέσθω τῇ χειρὶ τῇ ὁμωνύμῳ, ὁ δὲ δεξιὸς τῇ ἑτέρᾳ.
10.12
προσιόντα δὲ προβάλλεσθαι τὸ προβόλιον, μὴ πολλῷ μείζω διαβάντα ἢ ἐν πάλῃ, ἐπιστρέφοντα τὰς πλευρὰς τὰς εὐωνύμους ἐπὶ τὴν χεῖρα τὴν εὐώνυμον, εἶτα εἰσβλέποντα εἰς τὸ ὄμμα τοῦ θηρίου ἐνθυμούμενον τὴν κίνησιν τὴν ἀπὸ τῆς κεφαλῆς τῆς ἐκείνου. προσφέρειν δὲ τὸ προβόλιον φυλαττόμενον μὴ ἐκκρούσῃ ἐκ τῶν χειρῶν τῇ κεφαλῇ ἐκνεύσας· τῇ γὰρ ῥύμῃ τῆς ἐκκρούσεως ἕπεται.
10.13
παθόντα δὲ τοῦτο πίπτειν δεῖ ἐπὶ στόμα καὶ ἔχεσθαι τῆς ὕλης κάτωθεν· τὸ γὰρ θηρίον ἐὰν μὲν οὕτως ἔχοντι προσπέσῃ, διὰ τὴν σιμότητα τῶν ὀδόντων τὸ σῶμα οὐ δύναται ὑπολαβεῖν· ἐὰν δὲ μετεώρῳ, ἀνάγκη πληγῆναι. πειρᾶται μὲν οὖν μετεωρίζειν· ἐὰν δὲ μὴ δύνηται, ἀμφιβὰς πατεῖ.