Thesauros Literature History On Hunting

On Hunting

On Hunting Xenophon
9.13 τὸν δὲ βρόχον τῆς σειρίδος τὸν ἐπὶ τὴν στεφάνην ἐπιτεθησόμενον πεπλεγμένον σπάρτου καὶ αὐτὴν τὴν σειρίδα· ἔστι γὰρ ἀσηπτότατον τοῦτο. ὁ δὲ βρόχος αὐτὸς ἔστω στιφρὸς καὶ ἡ σειρίς· τὸ δὲ ξύλον τὸ ἐξαπτόμενον ἔστω μὲν δρυὸς ἢ πρίνου, μέγεθος τρισπίθαμον, περίφλοιον, πάχος παλαιστῆς.
9.14 ἱστάναι δὲ τὰς ποδοστράβας διελόντα τῆς γῆς βάθος πεντεπάλαστον, περιφερὲς δὲ τοῦτο, καὶ ἄνωθεν ἴσον ταῖς στεφάναις τῶν ποδοστραβῶν, εἰς δὲ τὸ κάτω ἀμειβόμενον στενότητι· διελεῖν δὲ καὶ τῇ σειρίδι καὶ τῷ ξύλῳ τῆς γῆς ὅσον ἵζεσθαι ἀμφοῖν.
9.15 ποιήσαντα δὲ ταῦτα ἐπὶ μὲν τὸ βάθος τὴν ποδοστράβην ἐπιθεῖναι κατωτέρω ἰσόπεδον, περὶ δὲ τὴν στέγην τὸν βρόχον τῆς σειρίδος· καὶ αὐτὴν καὶ τὸ ξύλον καθέντα εἰς τὴν χώραν τὴν ἑκατέρου, τῇ στέγῃ ἐπιθεῖναι δοκίδας ἀτρακτυλίδος μὴ ὑπερτεινούσας εἰς τὸ ἔξω, ἐπὶ δὲ τούτων πέταλα λεπτά, ὧν ἂν ἡ ὥρα ᾖ.
9.16 μετὰ δὲ τοῦτο τῆς γῆς ἐπιβαλεῖν ἐπʼ αὐτὰ πρῶτον μὲν τὴν ἐπιπολῆς ἐξαιρεθεῖσαν ἐκ τῶν ὀρυγμάτων, ἄνωθεν δὲ ταύτης γῆς στερεᾶς τῆς ἄπωθεν, ἵνα ᾖ τῇ ἐλάφῳ ὅτι μάλιστα ἄδηλος ἡ στάσις· τὴν δὲ περιοῦσαν τῆς γῆς ἀποφέρειν πόρρω ἀπὸ τῆς ποδοστράβης· ἐὰν γὰρ ὀσφραίνηται νεωστὶ κεκινημένης, δυσωπεῖται·
9.17 ταχὺ δὲ ποιεῖ τοῦτο. ἐπισκοπεῖν δὲ ἔχοντα τὰς κύνας τὰς μὲν ἐν τοῖς ὄρεσιν ἑστώσας, μάλιστα μὲν ἕωθεν, χρὴ δὲ καὶ τῆς ἄλλης ἡμέρας, ἐν δὲ τοῖς ἔργοις πρῴ. ἐν μὲν γὰρ τοῖς ὄρεσιν οὐ μόνον τῆς νυκτὸς ἁλίσκονται ἀλλὰ καὶ μεθʼ ἡμέραν διὰ τὴν ἐρημίαν· ἐν δὲ τοῖς ἔργοις τῆς νυκτὸς διὰ τὸ μεθʼ ἡμέραν πεφοβῆσθαι τοὺς ἀνθρώπους.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme