τὸ μὲν εὕρημα θεῶν, Ἀπόλλωνος καὶ Ἀρτέμιδος, ἄγραι καὶ κύνες· ἔδοσαν δὲ καὶ ἐτίμησαν τούτῳ Χείρωνα διὰ δικαιότητα.
ὁ δὲ λαβὼν ἐχάρη τῷ δώρῳ καὶ ἐχρῆτο· καὶ ἐγένοντο αὐτῷ μαθηταὶ κυνηγεσίων τε καὶ ἑτέρων καλῶν Κέφαλος, Ἀσκληπιός, Μειλανίων, Μέστωρ, Ἀμφιάραος, Πηλεύς, Τελαμών, Μελέαγρος, Θησεύς, Ἱππόλυτος, Παλαμήδης, Μενεσθεύς, Ὀδυσσεύς, Διομήδης, Κάστωρ, Πολυδεύκης, Μαχάων, Ποδαλείριος, Ἀντίλοχος, Αἰνείας, Ἀχιλλεύς, ὧν κατὰ χρόνον ἕκαστος ὑπὸ θεῶν ἐτιμήθη.
θαυμαζέτω δὲ μηδεὶς ὅτι οἱ πολλοὶ αὐτῶν ἀρέσκοντες θεοῖς ὅμως ἐτελεύτησαν· τοῦτο μὲν γὰρ ἡ φύσις· ἀλλʼ οἱ ἔπαινοι αὐτῶν μεγάλοι ἐγένοντο· μηδὲ ὅτι οὐχ αἱ αὐταὶ ἡλικίαι πᾶσι τούτοις· ὁ γὰρ Χείρωνος βίος πᾶσιν ἐξήρκει. Ζεῦς γὰρ καὶ Χείρων ἀδελφοὶ πατρὸς μὲν τοῦ αὐτοῦ, μητρὸς δὲ ὁ μὲν Ῥέας, ὁ δὲ Ναΐδος νύμφης·
ὥστε ἐγεγόνει μὲν Χείρων πρότερος τούτων, ἐτελεύτησε δὲ ὕστερος, ἐπεὶ Ἀχιλλέα ἐπαίδευσεν.
ἐκ δὲ τῆς ἐπιμελείας τῆς ἐκ τῶν κυνῶν καὶ κυνηγεσίων καὶ ἐκ τῆς ἄλλης παιδείας πολὺ διενεγκόντες τὰ κατὰ τὴν ἀρετὴν ἐθαυμάσθησαν.
Κέφαλος μὲν καὶ ὑπὸ θεᾶς ἡρπάσθη, Ἀσκληπιὸς δὲ καὶ μειζόνων ἔτυχεν, ἀνιστάναι μὲν τεθνεῶτας, νοσοῦντας δὲ ἰᾶσθαι· διὰ δὲ ταῦτα θεὸς ὣς παρʼ ἀνθρώποις ἀείμνηστον κλέος ἔχει.
Μειλανίων δὲ τοσοῦτον ὑπερέσχε φιλοπονίᾳ, ὥστε ὧν αὐτῷ ἀντερασταὶ ἐγένοντο οἱ τότε ἄριστοι τῶν τότε μεγίστων γάμων μόνος ἔτυχεν Ἀταλάντης. Νέστορος δὲ προδιελήλυθεν ἡ ἀρετὴ τῶν Ἑλλήνων τὰς ἀκοάς, ὥστε εἰδόσιν ἂν λέγοιμι.
Ἀμφιάραος δὲ ὅτʼ ἐπὶ Θήβας ἐστράτευσε, πλεῖστον κτησάμενος ἔπαινον ἔτυχε παρὰ θεῶν ἀείζως τιμᾶσθαι. Πηλεὺς δʼ ἐπιθυμίαν παρέσχε καὶ θεοῖς δοῦναι τε Θέτιν αὐτῷ καὶ τὸν γάμον παρὰ Χείρωνι ὑμνῆσαι.
Τελαμὼν δὲ τοσοῦτος ἐγένετο, ὥστʼ ἐκ μὲν πόλεως τῆς μεγίστης ἣν αὐτὸς ἐβούλετο γῆμαι Περίβοιαν τὴν Ἀλκάθου· ὅτε δὲ ὁ πρῶτος τῶν Ἑλλήνων ἐδίδου τἀριστεῖα Ἡρακλῆς ὁ Διός, ἑλὼν Τροίαν, Ἡσιόνην αὐτῷ ἔδωκεν.
Μελέαγρος δὲ τὰς μὲν τιμὰς ἃς ἔλαβε φανεραί· πατρὸς δʼ ἐν γήρᾳ ἐπιλανθανομένου τῆς θεοῦ οὐχ ὑπὸ τῆς αὑτοῦ αἰτίας ἐδυστύχησε. Θησεὺς δὲ τοὺς μὲν τῆς Ἑλλάδος ἐχθροὺς πάσης μόνος ἀπώλεσε· τὴν δʼ αὑτοῦ πατρίδα πολὺ μείζω ποιήσας ἔτι καὶ νῦν θαυμάζεται.
Ἱππόλυτος δὲ ὑπὸ μὲν τῆς Ἀρτέμιδος ἐτιμᾶτο καὶ ἐν λόγοις συνῆν, σωφροσύνῃ δὲ καὶ ὁσιότητι μακαρισθεὶς ἐτελεύτησε. Παλαμήδης δὲ ἕως μὲν περιῆν πάντων τῶν ἐφʼ ἑαυτοῦ ὑπερέσχε σοφία. ἀποθανὼν δὲ ἀδίκως τοσαύτης ἔτυχε τιμωρίας ὑπὸ θεῶν, ὅσης οὐδεὶς ἄλλος ἀνθρώπων. ἐτελεύτησε δὲ οὐχ ὑφʼ ὧν οἴονταί τινες· οὐ γὰρ ἂν ἦν ὁ μὲν σχεδόν τι ἄριστος, ὁ δὲ ὅμοιος ἀγαθοῖς· κακοὶ δὲ ἔπραξαν τὸ ἔργον.
Μενεσθεὺς δὲ ἐκ τῆς ἐπιμελείας τῆς ἐκ τῶν κυνηγεσίων τοσοῦτον ὑπερέβαλε φιλοπονίᾳ, ὥστε ὁμολογεῖται τοὺς τῶν Ἑλλήνων πρώτους ὑστέρους εἶναι τὰ εἰς τὸν πόλεμον ἐκείνου πλὴν Νέστορος· καὶ οὗτος οὐ προέχειν λέγεται, ἀλλὰ ἐρίζειν.
Ὀδυσσεὺς δὲ καὶ Διομήδης λαμπροὶ μὲν καὶ καθʼ ἓν ἕκαστον, τὸ δὲ ὅλον αἴτιοι τοῦ Τροίαν ἁλῶναι. Κάστωρ δὲ καὶ Πολυδεύκης ὅσα ἐπεδείξαντο ἐν τῇ Ἑλλάδι τῶν παρὰ Χείρωνος διὰ τὸ ἀξίωμα τὸ ἐκ τούτων ἀθάνατοί εἰσι.
Μαχάων δὲ καὶ Ποδαλείριος παιδευθέντες τὰ αὐτὰ ἐγένοντο καὶ τέχνας καὶ λόγους καὶ πολέμους ἀγαθοί. Ἀντίλοχος δὲ τοῦ πατρὸς ὑπεραποθανὼν τοσαύτης ἔτυχεν εὐκλείας, ὥστε μόνος φιλοπάτωρ παρὰ τοῖς Ἕλλησιν ἀναγορευθῆναι.
Αἰνείας δὲ σώσας μὲν τοὺς πατρῴους καὶ μητρῴους θεούς, σώσας δὲ καὶ αὐτὸν τὸν πατέρα, δόξαν εὐσεβείας ἐξηνέγκατο, ὥστε καὶ οἱ πολέμιοι μόνῳ ἐκείνῳ ὧν ἐκράτησαν ἐν Τροίᾳ ἔδοσαν μὴ συληθῆναι.
Ἀχιλλεὺς δʼ ἐν ταύτῃ τῇ παιδείᾳ τραφεὶς οὕτω καλὰ καὶ μεγάλα μνημεῖα παρέδωκεν, ὥστε οὔτε λέγων οὔτʼ ἀκούων περὶ ἐκείνου οὐδεὶς ἀπαγορεύει.
οὗτοι δὲ τοιοῦτοι ἐγένοντο ἐκ τῆς ἐπιμελείας τῆς παρὰ Χείρωνος, ἧς οἱ μὲν ἀγαθοὶ ἔτι καὶ νῦν ἐρῶσιν, οἱ δὲ κακοὶ φθονοῦσιν, ὥστʼ ἐν μὲν τῇ Ἑλλάδι εἴ τῳ συμφοραὶ ἐγίγνοντο ἢ πόλει ἢ βασιλεῖ, ἐλύοντο διʼ αὐτούς· εἰ δὲ πρὸς τοὺς βαρβάρους πάντας πάσῃ τῇ Ἑλλάδι νεῖκος ἢ πόλεμος ἦν, διὰ τούτους οἱ Ἕλληνες ἐκράτουν, ὥστε ἀνίκητον τὴν Ἑλλάδα παρέχεσθαι.
ἐγὼ μὲν οὖν παραινῶ τοῖς νέοις μὴ καταφρονεῖν κυνηγεσίων μηδὲ τῆς ἄλλης παιδείας· ἐκ τούτων γὰρ γίγνονται τὰ εἰς τὸν πόλεμον ἀγαθοὶ καὶ εἰς τὰ ἄλλα ἐξ ὧν ἀνάγκη καλῶς νοεῖν καὶ λέγειν καὶ πράττειν.
πρῶτον μὲν οὖν χρὴ ἐλθεῖν ἐπὶ τὸ ἐπιτήδευμα τὸ τῶν κυνηγεσίων τὸν ἤδη ἐκ παιδὸς ἀλλάττοντα τὴν ἡλικίαν, εἶτα δὲ καὶ ἐπὶ τὰ ἄλλα παιδεύματα, τὸν μὲν ἔχοντα σκεψάμενον τὴν οὐσίαν, ᾧ μὲν ἔστιν ἱκανή, ἀξίως τῆς αὑτοῦ ὡφελείας, ᾧ δὲ μὴ ἔστιν, ἀλλʼ οὖν τήν γε προθυμίαν παρεχέσθω μηδὲν ἐλλείπων τῆς ἑαυτοῦ δυνάμεως.
ὅσα δὲ καὶ οἷα δεῖ παρεσκευασμένον ἐλθεῖν ἐπʼ αὐτὸ φράσω καὶ αὐτὰ καὶ τὴν ἐπιστήμην ἑκάστου, ἵνα προειδὼς ἐγχειρῇ τῷ ἔργῳ. καὶ μηδεὶς αὐτὰ φαῦλα νομισάτω εἶναι· ἄνευ γὰρ δὴ τούτων οὐκ ἂν εἴη πρᾶξις.
χρὴ δὲ τὸν μὲν ἀρκυωρὸν εἶναι ἐπιθυμοῦντα τοῦ ἔργου καὶ τὴν φωνὴν Ἕλληνα, τὴν δὲ ἡλικίαν περὶ ἔτη εἴκοσι, τὸ δὲ εἶδος ἐλαφρόν, ἰσχυρόν, ψυχὴν δὲ ἱκανόν, ἵνα τῶν πόνων τούτοις κρατῶν χαίρῃ τῷ ἔργῳ·
τὰς δὲ ἄρκυς Φασιανοῦ ἢ Καρχηδονίου λεπτοῦ λίνου καὶ τὰ ἐνόδια καὶ τὰ δίκτυα. ἔστωσαν δὲ αἱ μὲν ἄρκυς ἐννεάλινοι ἐκ τριῶν τόνων, ἕκαστος δὲ τόνος ἐκ τριῶν λίνων, τὸ δὲ μέγεθος πεντεσπίθαμοι, διπάλαστοι δὲ τοὺς βρόχους, περικείσθωσαν δὲ τοὺς περιδρόμους ἀναμμάτους,
ἵνα εὔτροχοι ὦσι, τὰ δʼ ἐνόδια δωδεκάλινα, τὰ δὲ δίκτυα ἑκκαιδεκάλινα, τὸ δὲ μέγεθος τὰ μὲν ἐνόδια διώρυγα, τριώρυγα, τετρώρυγα, πεντώρυγα, τὰ δὲ δίκτυα δεκώρυγα, εἰκοσώρυγα, τριακοντώρυγα· ἐὰν δὲ ᾖ μείζω, δυσμεταχείριστα ἔσται· ἀμφότερα δὲ τριακονθάμματα, καὶ τῶν βρόχων τὸ διάστημα ἴσον ταῖς ἄρκυσιν.
ἐν δὲ τοῖς ἀκρωλενίοις τὰ μὲν ἐνόδια ἐχέτω μαστούς, τὰ δὲ δίκτυα δακτυλίους, τοὺς δὲ περιδρόμους ἀπὸ στροφείων.
αἱ δὲ σχαλίδες αἱ μὲν τῶν ἀρκύων τὸ μῆκος δέκα παλαιστῶν, ἔστωσαν δὲ καὶ ἐλάττους· αἱ μὲν ἄνισοι αὐτῶν ἐν τοῖς ἑτεροκλινέσι τῶν χωρίων, ἵνα ἴσα τὰ ὕψη ἐξαίρωσιν, ἐν δὲ τοῖς ὁμαλέσιν αἱ ἴσαι· αὗται δʼ εὐπερίσπαστοι τὰ ἄκρα καὶ αὗται λεῖαι· αἱ δὲ τῶν ἐνοδίων τῶν ἀρκύων διπλάσιαι, αἱ δὲ τῶν δικτύων τὸ μὲν μέγεθος πεντεσπίθαμοι, δίκρα ἔχουσαι μικρά, τὰ ἐντμήματα μὴ βαθέα· εὐπαγεῖς δὲ πᾶσαι καὶ μὴ ἀσύμμετροι τὰ πάχη πρὸς τὰ μήκη.
τῷ δὲ πλήθει τῶν σχαλίδων οἷόν τʼ ἐστὶ χρῆσθαι πρὸς τὰ δίκτυα πολλῷ καὶ ὀλίγῳ· ἐλάττονι μέν, ἂν σφόδρα τείνηται ἐν τῇ στάσει, πλέονι δʼ, ἂν ἡσυχῇ.
ἔστω δὲ καὶ ἐν ὅτῳ ἔσονται αἱ ἄρκυς καὶ τὰ ἐνόδια καὶ τὰ δίκτυα κυνοῦχος μόσχειος, καὶ τὰ δρέπανα, ἵνα ᾖ τῆς ὕλης τέμνοντα φράττειν τὰ δεόμενα.
τὰ δὲ γένη τῶν κυνῶν διττά, αἱ μὲν καστόριαι, αἱ δὲ ἀλωπεκίδες. ἔχουσι δʼ αἱ μὲν καστόριαι τὴν ἐπωνυμίαν ταύτην ὅτι Κάστωρ ἡσθεὶς τῷ ἔργῳ μάλιστα αὐτὰς διεφύλαξεν· αἱ δʼ ἀλωπεκίδες διότι ἐκ κυνῶν τε καὶ ἀλωπέκων ἐγένοντο· ἐν πολλῷ δὲ χρόνῳ συγκέκραται αὐτῶν ἡ φύσις.
χείρους δὲ καὶ πλείους αἱ τοιαίδε, μικραί, γρυπαί, χαροποί, μυωποί, ἄμορφοι, σκληραί, ἀσθενεῖς, ψιλαί, ὑψηλαί, ἀσύμμετροι, ἄψυχοι, ἄρρινες, οὐκ εὔποδες.
αἱ μὲν οὖν μικραὶ πολλάκις ἀποστεροῦνται τῆς ἐργασίας διὰ τὸ μικρόν· αἱ δὲ γρυπαὶ ἄστομοι καὶ διὰ τοῦτο οὐ κατέχουσι τὸν λαγῶ· αἱ χαροποὶ δὲ καὶ μυωποὶ χείρω τὰ ὄμματα ἔχουσιν· αἱ ἄμορφοι δὲ καὶ αἰσχραὶ ὁρᾶσθαι· αἱ δὲ σκληραὶ τὰ εἴδη χαλεπῶς ἀπὸ τῶν κυνηγεσίων ἀπαλλάττουσι· πονεῖν δὲ ἀδύνατοι αἱ ἀσθενεῖς καὶ αἱ ψιλαί· αἱ δὲ ὑψηλαὶ καὶ αἱ ἀσύμμετροι ἀσύντακτα ἔχουσαι τὰ σώματα βαρέως διαφοιτῶσιν· αἱ ἄψυχοι δὲ καὶ λείπουσι τὰ ἔργα καὶ ἀφίστανται καὶ ὑποφεύγουσι τὸν ἥλιον ὑπὸ τὰς σκιὰς καὶ κατακλίνονται· αἱ δὲ ἄρρινες μόλις καὶ ὀλιγάκις αἰσθάνονται τοῦ λαγῶ· αἱ δὲ ἄποδες οὐδʼ ἂν ὦσιν εὔψυχοι τοὺς πόνους δύνανται ἀνέχεσθαι, ἀλλʼ ἀπαγορεύουσι διὰ τὸ ἄλγος τῶν ποδῶν.
εἰσὶ δὲ καὶ τῆς ἰχνεύσεως πολλοὶ τρόποι ἐκ τῶν αὐτῶν κυνῶν· αἱ μὲν γὰρ ἐπειδὰν λάβωσι τὰ ἴχνη, πορεύονται ἀσήμως ὥστε μὴ γιγνώσκεσθαι ὅτι ἰχνεύουσιν, αἱ δὲ τὰ ὦτα μόνον διακινοῦσι, τὴν δὲ οὐρὰν ἡσυχῇ ἔχουσιν, αἱ δὲ τὰ ὦτα μὲν ἀκίνητα ἔχουσιν, ἄκραν δὲ τὴν οὐρὰν σείουσιν.
ἄλλαι δὲ συνάγουσι τὰ ὦτα καὶ ἐπισκυθρωπάσασαι διὰ τοῦ ἴχνους, σχάσασαι τὴν οὐρὰν καὶ φράξασαι διατρέχουσι· πολλαὶ δὲ τούτων μὲν οὐδὲν ποιοῦσι, μανικῶς δὲ περιφερόμεναι ὑλακτοῦσι περὶ τὰ ἴχνη, ὅτε δὲ εἰσπίπτουσιν εἰς αὐτά, ἀφρόνως καταπατοῦσαι τὰς αἰσθήσεις.
εἰσὶ δὲ αἳ κύκλοις πολλοῖς χρώμεναι καὶ πλάνοις, ὑπολαμβάνουσαι ἐκ τοῦ πρόσω τὰ ἴχνη παραλείπουσι τὸν λαγῶ, ὁσάκις δʼ ἐπιτρέχουσι τὰ ἴχνη, εἰκάζουσι, προορώμεναι δὲ τὸν λαγῶ τρέμουσι καὶ οὐκ ἐπέρχονται πρὶν ἂν ἴδωσιν ὑποκινοῦντα.
ὅσαι δὲ τὰ τῶν ἄλλων κυνῶν εὑρήματα ἐν ταῖς ἰχνείαις καὶ μεταδρομαῖς προθέουσαι θαμινὰ σκοποῦσιν, ἑαυταῖς ἀπίστως ἔχουσι· θρασεῖαι δʼ αἳ οὐκ ἐῶσι τῶν συνεργῶν τὰς σοφωτέρας εἰς τὸ πρόσθεν προιέναι, ἀλλʼ ἀνείργουσι θορυβοῦσαι· αἱ δὲ ἀσπαζόμεναι τὰ ψευδῆ καὶ ὑπερλαμπρυνόμεναι ἐφʼ ὅτῳ ἂν τύχωσι προάγουσι συνειδυῖαι ἑαυταῖς ὅτι ἐξαπατῶσιν· αἱ δʼ οὐκ εἰδυῖαι τὸ αὐτὸ ποιοῦσι ταύταις· φαῦλαι δὲ αἳ οὐκ ἀπαλλαττόμεναι ἐκ τῶν τριμμῶν τὰ ὀρθὰ οὐ γιγνώσκουσιν.
ὅσαι δὲ τῶν κυνῶν τὰ ἴχνη τὰ μὲν εὐναῖα ἀγνοοῦσι, τὰ δὲ δρομαῖα ταχὺ διατρέχουσιν, οὐκ εἰσὶ γνήσιαι· διώκουσι δὲ αἱ μὲν ἀρχόμεναι σφόδρα, διὰ δὲ μαλακίαν ἀνιᾶσιν, αἱ δὲ ὑποθέουσιν, εἶτα ἁμαρτάνουσιν, ἕτεραι δὲ ἀνοήτως ἐμπίπτουσαι εἰς τὰς ὁδοὺς ἁμαρτάνουσι, τὸ ἀνήκουστον πολὺ ἔχουσαι.
πολλαὶ δὲ τὰ διώγματα ἀφιεῖσαι ἐπανέρχονται διὰ τὸ μισόθηρον, πολλαὶ δὲ διὰ τὸ φιλάνθρωπον· αἱ δʼ ἐκ τῶν ἰχνῶν κεκλαγγυῖαι ἐξαπατᾶν πειρῶνται, ἀληθῆ τὰ ψευδῆ ποιούμεναι.
εἰσὶ δὲ αἳ τοῦτο μὲν οὐ ποιοῦσι, μεταξὺ δὲ θέουσαι ἄν ποθεν ἀκούσωσι κραυγῆς, καταλείπουσαι τὰ αὑτῶν ἔργα ἀπρονοήτως ἐπὶ τοῦτο φέρονται· μεταθέουσι δὲ αἱ μὲν ἀσαφῶς, αἱ δὲ πολὺ ὑπολαμβάνουσαι, δοξάζουσαι δὲ ἑτέρως· αἱ δὲ πεπλασμένως, φθονερῶς δὲ ἄλλαι ἐκκυνοῦσι παρὰ τὸ ἴχνος διὰ τέλους συμπεριφερόμεναι.
τὰ μὲν οὖν πλεῖστα τούτων φύσει ἔχουσι, τὰ δὲ ἠγμέναι ἀνεπιστημόνως δύσχρηστοί εἰσιν· αἱ τοιαῦται μὲν οὖν κύνες ἀποτρέψειαν ἂν τοὺς ἐπιθυμοῦντας κυνηγεσίων. οἵας δὲ δεῖ εἶναι τοῦ αὐτοῦ γένους τά τε εἴδη καὶ τὰ ἄλλα φράσω.
πρῶτον μὲν οὖν χρὴ εἶναι μεγάλας, εἶτα ἐχούσας τὰς κεφαλὰς ἐλαφράς, σιμάς, ἀρθρώδεις, ἰνώδη τὰ κάτωθεν τῶν μετώπων, ὄμματα μετέωρα, μέλανα, λαμπρά, μέτωπα πλατέα, τὰς διακρίσεις βαθείας, ὦτα μικρά, λεπτά, ψιλὰ ὄπισθεν, τραχήλους μακρούς, ὑγρούς, περιφερεῖς, στήθη πλατέα, μὴ ἄσαρκα ἀπὸ τῶν ὤμων, τὰς ὠμοπλάτας διεστώσας μικρόν, σκέλη τὰ πρόσθια μικρά, ὀρθά, στρογγύλα, στιφρά, ὀρθοὺς τοὺς ἀγκῶνας, πλευρὰς μὴ ἐπὶ γῆν βαθείας, ἀλλʼ εἰς τὸ πλάγιον παρηκούσας, ὀσφῦς σαρκώδεις, τὰ μεγέθη μεταξὺ μακρῶν καὶ βραχειῶν, μήτε ὑγρὰς λίαν μήτε σκληράς, λαγόνας μεταξὺ μεγάλων καὶ μικρῶν, ἰσχία στρογγύλα, ὄπισθεν σαρκώδη, ἄνωθεν δὲ μὴ συνδεδεμένα, ἔνδοθεν δὲ προσεσταλμένα, τὰ κάτωθεν τῶν κενεώνων λαγαρὰ καὶ αὐτοὺς τοὺς κενεῶνας, οὐρὰς μακράς, ὀρθάς, λιγυράς, μηριαίας μὴ σκληράς, ὑποκώλια μακρά, περιφερῆ, εὐπαγῆ, σκέλη πολὺ μείζω τὰ ὄπισθεν τῶν ἔμπροσθεν καὶ ἐπίρρικνα, πόδας περιφερεῖς.
καὶ ἐὰν ὦσι τοιαῦται αἱ κύνες, ἔσονται ἰσχυραὶ τὰ εἴδη, ἐλαφραί, σύμμετροι, ποδώκεις, καὶ ἀπὸ τῶν προσώπων φαιδραὶ καὶ εὔστομοι.