Thesauros Literature History On the Art of Horsemanship

On the Art of Horsemanship

On the Art of Horsemanship Xenophon
7.18 ὅταν δὲ ἱκανῶς ἤδη δοκῇ τὸ γυμνάσιον τῷ ἵππῳ ἔχειν, ἀγαθὸν καὶ διαναπαύσαντα ὁρμῆσαι αὖθις ἐξαίφνης εἰς τὸ τάχιστον, καὶ ἀφʼ ἵππων μέντοι, μὴ πρὸς ἵππους· καὶ ἐκ τοῦ ταχέος αὖ ὡς ἐγγυτάτω ἠρεμίζειν, καὶ ἐκ τοῦ ἑστάναι δὲ στρέψαντα δεῖ πάλιν ὁρμᾶν· πρόδηλον γὰρ ὅτι ἔσται ποτὲ ὅτε ἑκατέρου τούτων δεήσει·
7.19 ὅταν γε μὴν καταβαίνειν ἤδη καιρὸς ᾖ, μήτε ἐν ἵπποις ποτὲ καταβαίνειν μήτε παρὰ σύστασιν ἀνθρώπων μήτʼ ἔξω τῆς ἱππασίας, ἀλλʼ ὅπουπερ καὶ πονεῖν ἀναγκάζεται ὁ ἵππος, ἐνταῦθα καὶ τῆς ῥᾳστώνης τυγχανέτω.
8.1 ἐπείπερ δὲ ἔστιν ὅπου τρέχειν δεήσει τὸν ἵππον καὶ πρανῆ καὶ ὄρθια καὶ πλάγια, ἔστι δʼ ὅπου διαπηδᾶν, ἔστι δʼ ὅπου καὶ ἐκπηδᾶν, ἔνθα δὲ καθάλλεσθαι, καὶ ταῦτα πάντα διδάσκειν τε δεῖ καὶ μελετᾶν καὶ αὑτὸν καὶ τὸν ἵππον. οὕτω γὰρ ἂν σωτήριοί τε εἶεν ἀλλήλοις καὶ καθόλου χρησιμώτεροι ἂν δοκοῖεν εἶναι.
8.2 εἰ δέ τις διλογεῖν ἡμᾶς οἴεται, ὅτι περὶ τῶν αὐτῶν λέγομεν νῦν τε καὶ πρόσθεν, οὐ διλογία ταῦτʼ ἐστίν. ὅτε μὲν γὰρ ἐωνεῖτο, πειρᾶσθαι ἐκελεύομεν εἰ δύναιτο ὁ ἵππος ταῦτα ποιεῖν· νῦν δὲ διδάσκειν φαμὲν χρῆναι τὸν ἑαυτοῦ καὶ γράψομεν ὡς δεῖ διδάσκειν.
8.3 τὸν μὲν γὰρ παντάπασιν ἄπειρον τοῦ διαπηδᾶν λαβόντα δεῖ τοῦ ἀγωγέως καταβεβλημένου προδιαβῆναι αὐτὸν τὴν τάφρον, ἔπειτα δὲ ἐντείνειν δεῖ τῷ ἀγωγεῖ ὡς διάλληται.
8.4 ἢν δὲ μὴ ἐθέλῃ, ἔχων τις μάστιγα ἢ ῥάβδον ἐμβαλέτω ὡς ἰσχυρότατα· καὶ οὕτως ὑπεραλεῖται οὐ τὸ μέτρον, ἀλλὰ πολὺ πλέον τοῦ καιρίου· καὶ τὸ λοιπὸν οὐδὲν δεήσει παίειν, ἀλλʼ ἢν μόνον ἴδῃ ὄπισθέν τινα ἐπελθόντα, ἁλεῖται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme