Thesauros Literature History On the Art of Horsemanship

On the Art of Horsemanship

On the Art of Horsemanship Xenophon
6.10 χρὴ δὲ τὸν ἱπποκόμον καὶ τὰ τοιάδε παρατηρεῖν, εἰ μὴ ῥᾳδίως τὸν χαλινὸν ὁ ἵππος δέχεται, αἰσθανόμενος ὅτι δεῖ πονεῖν. οὕτω γὰρ δὴ μέγα ἐστὶ τὸ λαμβάνειν ἐθέλειν τὸν ἵππον τὸν χαλινὸν ὡς ὁ μὴ δεχόμενος παντάπασιν ἄχρηστος.
6.11 ἢν δὲ μὴ μόνον ὅταν πονεῖν μέλλῃ χαλινῶται, ἀλλὰ καὶ ὅταν ἐπὶ τὸν σῖτον καὶ ὅταν ἐξ ἱππασίας εἰς οἶκον ἀπάγηται, οὐδὲν ἂν εἴη θαυμαστὸν εἰ ἁρπάζοι τὸν χαλινὸν αὐτόματος προτεινόμενον.
6.12 ἀγαθὸν δὲ τὸν ἱπποκόμον καὶ ἀναβάλλειν ἐπίστασθαι τὸν Περσικὸν τρόπον, ὅπως αὐτός τε ὁ δεσπότης, ἤν ποτε ἀρρωστήσῃ ἢ πρεσβύτερος γένηται, ἔχῃ τὸν εὐπετῶς ἀναβιβάσοντα καὶ ἄλλῳ ἤν τινι βούληται τὸν ἀναβαλοῦντα ἐπιχαρίσηται.
6.13 τὸ δὲ μήποτε σὺν ὀργῇ ἵππῳ προσφέρεσθαι, ἓν τοῦτο καὶ δίδαγμα καὶ ἔθισμα πρὸς ἵππον ἄριστον. ἀπρονόητον γὰρ ἡ ὀργή, ὥστε πολλάκις ἐξεργάζεται ὧν μεταμέλειν ἀνάγκη.
6.14 καὶ ὅταν δὲ ὑποπτεύσας τι ὁ ἵππος μὴ θέλῃ πρὸς τοῦτο προσιέναι, διδάσκειν δεῖ ὅτι οὐ δεινόν ἐστι μάλιστα μὲν οὖν ἵππῳ εὐκαρδίῳ, εἰ δὲ μή, ἁπτόμενον αὐτὸν τοῦ δεινοῦ δοκοῦντος εἶναι καὶ τὸν ἵππον πρᾴως προσάγοντα.
6.15 οἱ δὲ πληγαῖς ἀναγκάζοντες ἔτι πλείω φόβον παρέχουσιν· οἴονται γὰρ οἱ ἵπποι, ὅταν τι χαλεπὸν πάσχωσιν ἐν τῷ τοιούτῳ, καὶ τούτου τὰ ὑποπτευόμενα αἴτια εἶναι.
6.16 ἐπειδάν γε μὴν ὁ ἱπποκόμος τὸν ἵππον παραδῷ τῷ ἀναβάτῃ, τὸ μὲν ἐπίστασθαι ὑποβιβάζεσθαι τὸν ἵππον, ὥστε εὐπετὲς εἶναι ἀναβῆναι, οὐ μεμφόμεθα· τόν γε μέντοι ἱππέα νομίζομεν χρῆναι μελετᾶν καὶ μὴ παρέχοντος ἵππου δύνασθαι ἀναβαίνειν. ἄλλοτε μὲν γὰρ ἀλλοῖος ἵππος παραπίπτει, ἄλλοτε δʼ ἄλλως ὁ αὐτὸς ὑπηρετεῖ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme