ὡς δὲ παρετάξαντο ἀλλήλοις, οἱ μὲν Θετταλοί, νομίσαντες οὐκ ἐν καλῷ εἶναι πρὸς τοὺς ὁπλίτας ἱππομαχεῖν, στρέψαντες βάδην ἀπεχώρουν· οἱ δὲ μάλα σωφρόνως ἐφείποντο. γνοὺς δὲ ὁ Ἀγησίλαος ἃ ἑκάτεροι ἡμάρτανον παραπέμπει τοὺς ἀμφʼ αὑτὸν μάλʼ εὐρώστους ἱππέας, καὶ κελεύει τοῖς τε ἄλλοις παραγγέλλειν καὶ αὐτοὺς διώκειν κατὰ κράτος καὶ μηκέτι δοῦναι αὐτοῖς ἀναστροφήν. οἱ δὲ Θετταλοὶ ὡς εἶδον παρὰ δόξαν ἐλαύνοντας, οἱ μὲν αὐτῶν οὐδʼ ἀνέστρεψαν, οἱ δὲ καὶ ἀναστρέφειν πειρώμενοι πλαγίους ἔχοντες τοὺς ἵππους ἡλίσκοντο.
Πολύχαρμος μέντοι ὁ Φαρσάλιος ἱππαρχῶν ἀνέστρεψέ τε καὶ μαχόμενος σὺν τοῖς ἀμφʼ αὑτὸν ἀποθνῄσκει. ὡς δὲ τοῦτο ἐγένετο, φυγὴ γίγνεται ἐξαισία· ὥσθʼ οἱ μὲν ἀπέθνῃσκον αὐτῶν, οἱ δὲ καὶ ζῶντες ἡλίσκοντο. ἔστησαν δʼ οὖν οὐ πρόσθεν πρὶν ἢ ἐπὶ τῷ ὄρει τῷ Ναρθακίῳ ἐγένοντο.
καὶ τότε μὲν δὴ ὁ Ἀγησίλαος τρόπαιόν τε ἐστήσατο μεταξὺ Πραντὸς καὶ Ναρθακίου· καὶ αὐτοῦ κατέμεινε, μάλα ἡδόμενος τῷ ἔργῳ, ὅτι τοὺς μέγιστον φρονοῦντας ἐφʼ ἱππικῇ ἐνενικήκει σὺν ᾧ αὐτὸς ἐμηχανήσατο ἱππικῷ. τῇ δʼ ὑστεραίᾳ ὑπερβάλλων τὰ Ἀχαϊκὰ τῆς Φθίας ὄρη τὴν λοιπὴν ἤδη πᾶσαν διὰ φιλίας ἐπορεύθη εἰς τὰ Βοιωτῶν ὅρια.
ἐνταῦθα δὴ ἀντιτεταγμένους εὑρὼν Θηβαίους, Ἀθηναίους, Ἀργείους, Κορινθίους, Αἰνιᾶνας, Εὐβοέας καὶ Λοκροὺς ἀμφοτέρους, οὐδὲν ἐμέλλησεν, ἀλλʼ ἐκ τοῦ φανεροῦ ἀντιπαρέταττε, Λακεδαιμονίων μὲν ἔχων μόραν καὶ ἥμισυ, τῶν δʼ αὐτόθεν συμμάχων Φωκέας καὶ Ὀρχομενίους μόνους, τό τʼ ἄλλο στράτευμα ὅπερ ἠγάγετο αὐτός.
καὶ οὐ τοῦτο λέξων ἔρχομαι, ὡς πολὺ μὲν ἐλάττους πολὺ δὲ χείρονας ἔχων ὅμως συνέβαλεν· εἰ γὰρ ταῦτα λέγοιμι, Ἀγησίλαόν τʼ ἄν μοι δοκῶ ἄφρονα ἀποφαίνειν καὶ ἐμαυτὸν μωρόν, εἰ ἐπαινοίην τὸν περὶ τῶν μεγίστων εἰκῇ κινδυνεύοντα· ἀλλὰ μᾶλλον τάδʼ αὐτοῦ ἄγαμαι, ὅτι πλῆθός τε οὐδὲν μεῖον ἢ τὸ τῶν πολεμίων παρεσκευάσατο, ὥπλισέν τε οὕτως ὡς ἅπαντα μὲν χαλκόν, ἅπαντα δὲ φοινικᾶ φαίνεσθαι·
ἐπεμελήθη δʼ ὅπως οἱ στρατιῶται τοὺς πόνους δυνήσοιντο ὑποφέρειν· ἐνέπλησε δὲ καὶ φρονήματος τὰς ψυχὰς αὐτῶν, ὡς ἱκανοὶ εἶεν πρὸς οὕστινας δέοι μάχεσθαι· ἔτι δὲ φιλονικίαν ἐνέβαλε πρὸς ἀλλήλους τοῖς μετʼ αὐτοῦ ὅπως ἕκαστοι αὐτῶν ἄριστοι φαίνοιντο. ἐλπίδων γε μὴν πάντας ἐνέπλησεν ὡς πᾶσι πολλὰ κἀγαθὰ ἔσοιτο, εἰ ἄνδρες ἀγαθοὶ γίγνοιντο, νομίζων ἐκ τῶν τοιούτων ἀνθρώπους προθυμότατα τοῖς πολεμίοις μάχεσθαι.
καὶ μέντοι οὐκ ἐψεύσθη. διηγήσομαι δὲ καὶ τὴν μάχην· καὶ γὰρ ἐγένετο οἵαπερ οὐκ ἄλλη τῶν ἐφʼ ἡμῶν. συνῇσαν μὲν γὰρ εἰς τὸ κατὰ Κορώνειαν πεδίον οἱ μὲν σὺν Ἀγησιλάῳ ἀπὸ τοῦ Κηφισοῦ, οἱ δὲ σὺν τοῖς Θηβαίοις ἀπὸ τοῦ Ἑλικῶνος. ἑώρων δὲ τάς τε φάλαγγας ἀλλήλων μάλα ἰσοπάλους, σχεδὸν δὲ καὶ οἱ ἱππεῖς ἦσαν ἑκατέρων ἰσοπληθεῖς. εἶχε δὲ ὁ Ἀγησίλαος μὲν τὸ δεξιὸν τοῦ μεθʼ ἑαυτοῦ, Ὀρχομένιοι δὲ ἔσχατοι ἦσαν αὐτῷ τοῦ εὐωνύμου. οἱ δʼ αὖ Θηβαῖοι αὐτοὶ μὲν δεξιοὶ ἦσαν, Ἀργεῖοι δʼ αὐτοῖς τὸ εὐώνυμον εἶχον.
συνιόντων δὲ τέως μὲν σιγὴ πολλὴ ἦν ἀπʼ ἀμφοτέρων· ἡνίκα δὲ ἀπεῖχον ἀλλήλων ὅσον στάδιον, ἀλαλάξαντες οἱ Θηβαῖοι δρόμῳ ὁμόσε ἐφέροντο. ὡς δὲ τριῶν ἔτι πλέθρων ἐν μέσῳ ὄντων ἀντεξέδραμον ἀπὸ τῆς Ἀγησιλάου φάλαγγος ὧν Ἡριππίδας ἐξενάγει
(ἦσαν δʼ οὗτοι τῶν τε ἐξ οἴκου αὐτῷ συστρατευσαμένων καὶ τῶν Κυρείων τινές), καὶ Ἴωνες δὲ καὶ Αἰολεῖς καὶ Ἑλλησπόντιοι ἐχόμενοι. καὶ πάντες οὗτοι τῶν συνεκδραμόντων τε ἐγένοντο καὶ εἰς δόρυ ἀφικόμενοι ἐτρέψαντο τὸ καθʼ ἑαυτούς. Ἀργεῖοι μέντοι οὐκ ἐδέξαντο τοὺς ἀμφʼ Ἀγησίλαον, ἀλλʼ ἔφυγον ἐπὶ τὸν Ἑλικῶνα. κἀνταῦθα οἱ μέν τινες τῶν ξένων ἐστεφάνουν ἤδη τὸν Ἀγησίλαον, ἀγγέλλει δέ τις αὐτῷ ὅτι Θηβαῖοι τοὺς Ὀρχομενίους διακόψαντες ἐν τοῖς σκευοφόροις εἰσί. καὶ ὁ μὲν εὐθὺς ἐξελίξας τὴν φάλαγγα ἦγεν ἐπʼ αὐτούς· οἱ δʼ αὖ Θηβαῖοι ὡς εἶδον τοὺς συμμάχους πρὸς τῷ Ἑλικῶνι πεφευγότας, διαπεσεῖν βουλόμενοι πρὸς τοὺς ἑαυτῶν ἐχώρουν ἐρρωμένως.
ἐνταῦθα δὴ Ἀγησίλαον ἀνδρεῖον μὲν ἔξεστιν εἰπεῖν ἀναμφιλόγως, οὐ μέντοι εἵλετό γε τὰ ἀσφαλέστατα· ἐξὸν γὰρ αὐτῷ παρέντι τοὺς διαπίπτοντας ἑπομένῳ χειροῦσθαι τοὺς ὄπισθεν οὐκ ἐποίησε τοῦτο, ἀλλʼ ἀντιμέτωπος συνέρραξε τοῖς Θηβαίοις. καὶ συμβαλόντες τὰς ἀσπίδας ἐωθοῦντο, ἐμάχοντο, ἀπέκτεινον, ἀπέθνῃσκον. καὶ κραυγὴ μὲν οὐδεμία παρῆν, οὐ μὴν οὐδὲ σιγή, φωνὴ δέ τις ἦν τοιαύτη οἵαν ὀργή τε καὶ μάχη παράσχοιτʼ ἄν. τέλος δὲ τῶν Θηβαίων οἱ μὲν διαπίπτουσι πρὸς τὸν Ἑλικῶνα, πολλοὶ δʼ ἀποχωροῦντες ἀπέθανον.
ἐπειδὴ δὲ ἡ μὲν νίκη σὺν Ἀγησιλάῳ ἐγένετο, τετρωμένος δʼ αὐτὸς προσηνέχθη πρὸς τὴν φάλαγγα, προσελάσαντές τινες τῶν ἱππέων λέγουσιν αὐτῷ ὅτι τῶν πολεμίων ὀγδοήκοντα σὺν τοῖς ὅπλοις ὑπὸ τῷ ναῷ εἰσι, καὶ ἠρώτων τί χρὴ ποιεῖν. ὁ δὲ καίπερ πολλὰ τραύματα ἔχων πάντοσε καὶ παντοίοις ὅπλοις ὅμως οὐκ ἐπελάθετο τοῦ θείου, ἀλλʼ ἐᾶν τε ἀπιέναι ὅποι βούλοιντο ἐκέλευε καὶ ἀδικεῖν οὐκ εἴα, καὶ προπέμψαι ἐπέταξε τοὺς ἀμφʼ αὐτὸν ἱππεῖς ἔστε ἐν τῷ ἀσφαλεῖ ἐγένοντο.
ἐπεί γε μὴν ἔληξεν ἡ μάχη, παρῆν δὴ θεάσασθαι ἔνθα συνέπεσον ἀλλήλοις τὴν μὲν γῆν αἵματι πεφυρμένην, νεκροὺς δὲ κειμένους φιλίους καὶ πολεμίους μετʼ ἀλλήλων, ἀσπίδας δὲ διατεθρυμμένας, δόρατα συντεθραυσμένα, ἐγχειρίδια γυμνὰ κολεῶν, τὰ μὲν χαμαί, τὰ δʼ ἐν σώματι, τὰ δʼ ἔτι μετὰ χεῖρας.
τότε μὲν οὖν (καὶ γὰρ ἦν ἤδη ὀψέ) συνελκύσαντες τοὺς τῶν πολεμίων νεκροὺς εἴσω φάλαγγος ἐδειπνοποιήσαντο καὶ ἐκοιμήθησαν· πρῲ δὲ Γῦλιν τὸν πολέμαρχον παρατάξαι τε ἐκέλευσε τὸ στράτευμα καὶ τρόπαιον ἵστασθαι καὶ στεφανοῦσθαι πάντας τῷ θεῷ καὶ τοὺς αὐλητὰς πάντας αὐλεῖν.
καὶ οἱ μὲν ταῦτʼ ἐποίουν· οἱ δὲ Θηβαῖοι ἔπεμψαν κήρυκα, ὑποσπόνδους τοὺς νεκροὺς αἰτοῦντες θάψαι. καὶ οὕτως δὴ αἵ τε σπονδαὶ γίγνονται καὶ ὁ Ἀγησίλαος οἴκαδε ἀπεχώρει, ἑλόμενος ἀντὶ τοῦ μέγιστος εἶναι ἐν τῇ Ἀσίᾳ οἴκοι τὰ νόμιμα μὲν ἄρχειν, τὰ νόμιμα δὲ ἄρχεσθαι.
ἐκ δὲ τούτου κατανοήσας τοὺς Ἀργείους τὰ μὲν οἴκοι καρπουμένους, Κόρινθον δὲ προσειληφότας, ἡδομένους δὲ τῷ πολέμῳ, στρατεύει ἐπʼ αὐτούς· καὶ δῃώσας πᾶσαν αὐτῶν τὴν χώραν εὐθὺς ἐκεῖθεν ὑπερβαλὼν κατὰ τὰ στενὰ εἰς Κόρινθον αἱρεῖ τὰ ἐπὶ τὸ Λέχαιον τείνοντα τείχη· καὶ ἀναπετάσας τῆς Πελοποννήσου τὰς πύλας οὕτως οἴκαδε ἀπελθὼν εἰς τὰ Ὑακίνθια ὅπου ἐτάχθη ὑπὸ τοῦ χοροποιοῦ τὸν παιᾶνα τῷ θεῷ συνεπετέλει.
ἐκ τούτου δὲ αἰσθανόμενος τοὺς Κορινθίους πάντα μὲν τὰ κτήνη ἐν τῷ Πειραίῳ σῳζομένους, πᾶν δὲ τὸ Πείραιον σπείροντας καὶ καρπουμένους, μέγιστον δὲ ἡγησάμενος ὅτι Βοιωτοὶ ταύτῃ ἐκ Κρεύσιος ὁρμώμενοι εὐπετῶς τοῖς Κορινθίοις παρεγίγνοντο, στρατεύει ἐπὶ τὸ Πείραιον. ἰδὼν δὲ ὑπὸ πολλῶν φυλαττόμενον, ὡς ἐνδιδομένης τῆς πόλεως ἐξ ἀρίστου μετεστρατοπεδεύσατο πρὸς τὸ ἄστυ·
αἰσθόμενος δὲ ὑπὸ νύκτα βεβοηθηκότας ἐκ τοῦ Πειραίου εἰς τὴν πόλιν πασσυδίᾳ, ὑποστρέψας ἅμα τῇ ἡμέρᾳ αἱρεῖ τὸ Πείραιον, ἔρημον εὑρὼν φυλακῆς, καὶ τά τε ἄλλα τὰ ἐνόντα λαμβάνει καὶ τὰ τείχη ἃ ἐνετετείχιστο.
ταῦτα δὲ ποιήσας οἴκαδε ἀπεχώρησε. μετὰ δὲ ταῦτα προθύμων ὄντων τῶν Ἀχαιῶν εἰς τὴν συμμαχίαν καὶ δεομένων συστρατεύειν αὐτοῖς εἰς Ἀκαρνανίαν καὶ ἐπιθεμένων ἐν στενοῖς τῶν Ἀκαρνάνων καταλαβὼν τοῖς ψιλοῖς τὰ ὑπὲρ κεφαλῆς αὐτῶν μάχην συνάπτει καὶ πολλοὺς ἀποκτείνας αὐτῶν τρόπαιον ἐστήσατο, καὶ οὐ πρότερον ἔληξε πρὶν Ἀχαιοῖς μὲν φίλους ἐποίησεν Ἀκαρνᾶνας καὶ Αἰτωλοὺς καὶ Ἀργείους, ἑαυτῷ δὲ καὶ συμμάχους.
ἐπειδὴ δὲ εἰρήνης ἐπιθυμήσαντες οἱ πολέμιοι ἐπρεσβεύοντο, Ἀγησίλαος ἀντεῖπε τῇ εἰρήνῃ, ἕως τοὺς διὰ Λακεδαιμονίους φυγόντας Κορινθίων καὶ Θηβαίων ἠνάγκασε τὰς πόλεις οἴκαδε καταδέξασθαι. ὕστερον δʼ αὖ καὶ Φλειασίων τοὺς διὰ Λακεδαιμονίους φυγόντας κατήγαγεν, αὐτὸς στρατευσάμενος ἐπὶ Φλειοῦντα. εἰ δέ τις ἄλλῃ πῃ ταῦτα μέμφεται, ἀλλʼ οὖν φιλεταιρίᾳ γε πραχθέντα φανερά ἐστι.
καὶ γὰρ ἐπεὶ τοὺς ἐν Θήβαις τῶν Λακεδαιμονίων κατέκανον οἱ ἐναντίοι, βοηθῶν αὖ τούτοις στρατεύει ἐπὶ τὰς Θήβας. εὑρὼν δὲ ἀποτεταφρευμένα καὶ ἀπεσταυρωμένα ἅπαντα, ὑπερβὰς τὰς Κυνὸς κεφαλὰς ἐδῄου τὴν χώραν μέχρι τοῦ ἄστεως, παρέχων καὶ ἐν πεδίῳ καὶ ἀνὰ τὰ ὄρη μάχεσθαι Θηβαίοις, εἰ βούλοιντο. ἐστράτευσε δὲ καὶ τῷ ἐπιόντι ἔτει πάλιν ἐπὶ Θήβας· καὶ ὑπερβὰς τὰ κατὰ Σκῶλον σταυρώματα καὶ τάφρους ἐδῄωσε τὰ λοιπὰ τῆς Βοιωτίας.
τὰ μὲν δὴ μέχρι τούτου κοινῇ αὐτός τε καὶ ἡ πόλις ηὐτύχει· ὅσα γε μὴν μετὰ τοῦτο σφάλματα ἐγένοντο οὐδεὶς ἂν εἴποι ὡς Ἀγησιλάου ἡγουμένου ἐπράχθη. ἐπεὶ δʼ αὖ τῆς ἐν Λεύκτροις συμφορᾶς γεγενημένης κατακαίνουσι τοὺς ἐν Τεγέᾳ φίλους καὶ ξένους αὐτοῦ οἱ ἀντίπαλοι σὺν Μαντινεῦσι, συνεστηκότων ἤδη Βοιωτῶν τε πάντων καὶ Ἀρκάδων καὶ Ἠλείων, στρατεύει σὺν μόνῃ τῇ Λακεδαιμονίων δυνάμει, πολλῶν νομιζόντων οὐδʼ ἂν ἐξελθεῖν Λακεδαιμονίους πολλοῦ χρόνου ἐκ τῆς αὑτῶν. δῃώσας δὲ τὴν χώραν τῶν κατακανόντων τοὺς φίλους οὕτως αὖ οἴκαδε ἀπεχώρησεν.
ἀπό γε μὴν τούτου ἐπὶ τὴν Λακεδαίμονα στρατευσαμένων Ἀρκάδων τε πάντων καὶ Ἀργείων καὶ Ἠλείων καὶ Βοιωτῶν, καὶ σὺν αὐτοῖς Φωκέων καὶ Λοκρῶν ἀμφοτέρων καὶ Θετταλῶν καὶ Αἰνιάνων καὶ Ἀκαρνάνων καὶ Εὐβοέων, πρὸς δὲ τούτοις ἀφεστηκότων μὲν τῶν δούλων, πολλῶν δὲ περιοικίδων πόλεων, καὶ αὐτῶν Σπαρτιατῶν οὐ μειόνων ἀπολωλότων ἐν τῇ ἐν Λεύκτροις μάχῃ ἢ λειπομένων, ὅμως διεφύλαξε τὴν πόλιν, καὶ ταῦτα ἀτείχιστον οὖσαν, ὅπου μὲν τῷ παντὶ πλέον ἂν εἶχον οἱ πολέμιοι, οὐκ ἐξάγων ἐνταῦθα, ὅπου δὲ οἱ πολῖται πλέον ἕξειν ἔμελλον, εὐρώστως παρατεταγμένος, νομίζων εἰς μὲν τὸ πλατὺ ἐξιὼν πάντοθεν ἂν περιέχεσθαι, ἐν δὲ τοῖς στενοῖς καὶ ὑπερδεξίοις τόποις ὑπομένων τῷ παντὶ κρατεῖν ἄν.
ἐπεί γε μὴν ἀπεχώρησε τὸ στράτευμα, πῶς οὐκ ἂν φαίη τις αὐτὸν εὐγνωμόνως χρῆσθαι ἑαυτῷ; ὡς γὰρ τοῦ στρατεύεσθαι αὐτὸν καὶ πεζῇ καὶ ἐφʼ ἵππων ἀπεῖργεν ἤδη τὸ γῆρας, χρημάτων δὲ ἑώρα τὴν πόλιν δεομένην, εἰ μέλλοι σύμμαχόν τινα ἕξειν, ἐπὶ τὸ πορίζειν ταῦτα ἑαυτὸν ἔταξε. καὶ ὅσα μὲν ἐδύνατο οἴκοι μένων ἐμηχανᾶτο, ἃ δὲ καιρὸς ἦν οὐκ ὤκνει μετιέναι, οὐδʼ ᾐσχύνετο, εἰ μέλλοι τὴν πόλιν ὠφελήσειν, πρεσβευτὴς ἐκπορευόμενος ἀντὶ στρατηγοῦ.
ὅμως δὲ καὶ ἐν τῇ πρεσβείᾳ μεγάλου στρατηγοῦ ἔργα διεπράξατο. Αὐτοφραδάτης τε γὰρ πολιορκῶν ἐν Ἀσσῷ Ἀριοβαρζάνην σύμμαχον ὄντα δείσας Ἀγησίλαον φεύγων ᾤχετο· Κότυς δʼ αὖ Σηστὸν πολιορκῶν Ἀριοβαρζάνου ἔτι οὖσαν λύσας καὶ οὗτος τὴν πολιορκίαν ἀπηλλάγη· ὥστʼ οὐκ ἀλόγως καὶ ἀπὸ τῆς πρεσβείας τρόπαιον τῶν πολεμίων εἱστήκει αὐτῷ. Μαύσωλός γε μὴν κατὰ θάλατταν ἑκατὸν ναυσὶ πολιορκῶν ἀμφότερα τὰ χωρία ταῦτα οὐκέτι δείσας ἀλλὰ πεισθεὶς ἀπέπλευσεν οἴκαδε.
κἀνταῦθα οὖν ἄξια θαύματος διεπράξατο· οἵ τε γὰρ εὖ πεπονθέναι νομίζοντες ὑπʼ αὐτοῦ καὶ οἱ φεύγοντες αὐτὸν χρήματα ἀμφότεροι ἔδοσαν. Ταχώς γε μὴν καὶ Μαύσωλος, διὰ τὴν πρόσθεν Ἀγησιλάου ξενίαν συμβαλόμενος καὶ οὗτος χρήματα τῇ Λακεδαίμονι, ἀπέπεμψαν αὐτὸν οἴκαδε προπομπὴν δόντες μεγαλοπρεπῆ.
ἐκ δὲ τούτου ἤδη μὲν ἔτη ἐγεγόνει ἀμφὶ τὰ ὀγδοήκοντα· κατανενοηκὼς δὲ τὸν Αἰγυπτίων βασιλέα ἐπιθυμοῦντα τῷ Πέρσῃ πολεμεῖν, καὶ πολλοὺς μὲν πεζούς, πολλοὺς δὲ ἱππέας, πολλὰ δὲ χρήματα ἔχοντα, ἅσμενος ἤκουσεν ὅτι μετεπέμπετο αὐτόν, καὶ ταῦτα ἡγεμονίαν ὑπισχνούμενος.
ἐνόμιζε γὰρ τῇ αὐτῇ ὁρμῇ τῷ μὲν Αἰγυπτίῳ χάριν ἀποδώσειν ἀνθʼ ὧν εὐεργετήκει τὴν Λακεδαίμονα, τοὺς δʼ ἐν τῇ Ἀσίᾳ Ἕλληνας πάλιν ἐλευθερώσειν, τῷ δὲ Πέρσῃ δίκην ἐπιθήσειν καὶ τῶν πρόσθεν καὶ ὅτι νῦν σύμμαχος εἶναι φάσκων ἐπέταττε Μεσσήνην ἀφιέναι.
ἐπεὶ μέντοι ὁ μεταπεμψάμενος οὐκ ἀπεδίδου τὴν ἡγεμονίαν αὐτῷ, ὁ μὲν Ἀγησίλαος ὡς τὸ μέγιστον ἐξηπατημένος ἐφρόντιζε τί δεῖ ποιεῖν. ἐκ τούτου δὲ πρῶτον μὲν οἱ δίχα στρατευόμενοι τῶν Αἰγυπτίων ἀφίστανται τοῦ βασιλέως, ἔπειτα δὲ καὶ οἱ ἄλλοι πάντες ἀπέλιπον αὐτόν. καὶ αὐτὸς μὲν δείσας ἀπεχώρησε φυγῇ εἰς Σιδῶνα τῆς Φοινίκης, οἱ δʼ Αἰγύπτιοι στασιάζοντες διττοὺς βασιλέας αἱροῦνται.
ἐνταῦθα δὴ Ἀγησίλαος γνοὺς ὅτι, εἰ μὲν μηδετέρῳ συλλήψοιτο, μισθὸν οὐδέτερος λύσει τοῖς Ἕλλησιν, ἀγορὰν δὲ οὐδέτερος παρέξει, ὁπότερός τʼ ἂν κρατήσῃ, οὗτος ἐχθρὸς ἔσται, εἰ δὲ τῷ ἑτέρῳ συλλήψοιτο, οὗτός γε εὖ παθὼν ὡς τὸ εἰκὸς φίλος ἔσοιτο, οὕτω δὴ κρίνας ὁπότερος φιλέλλην μᾶλλον ἐδόκει εἶναι, στρατευσάμενος μετὰ τούτου τὸν μὲν μισέλληνα μάχῃ νικήσας χειροῦται, τὸν δʼ ἕτερον συγκαθίστησι· καὶ φίλον ποιήσας τῇ Λακεδαίμονι καὶ χρήματα πολλὰ προσλαβὼν οὕτως ἀποπλεῖ οἴκαδε καίπερ μέσου χειμῶνος ὄντος, σπεύδων ὡς μὴ ἀργὸς ἡ πόλις εἰς τὸ ἐπιὸν θέρος πρὸς τοὺς πολεμίους γένοιτο.
καὶ ταῦτα μὲν δὴ εἴρηται ὅσα τῶν ἐκείνου ἔργων μετὰ πλείστων μαρτύρων ἐπράχθη. τὰ γὰρ τοιαῦτα οὐ τεκμηρίων προσδεῖται, ἀλλʼ ἀναμνῆσαι μόνον ἀρκεῖ καὶ εὐθὺς πιστεύεται. νῦν δὲ τὴν ἐν τῇ ψυχῇ αὐτοῦ ἀρετὴν πειράσομαι δηλοῦν, διʼ ἣν ταῦτα ἔπραττε καὶ πάντων τῶν καλῶν ἤρα καὶ πάντα τὰ αἰσχρὰ ἐξεδίωκεν.
Ἀγησίλαος γὰρ τὰ μὲν θεῖα οὕτως ἐσέβετο ὡς καὶ οἱ πολέμιοι τοὺς ἐκείνου ὅρκους καὶ τὰς ἐκείνου σπονδὰς πιστοτέρας ἐνόμιζον ἢ τὴν ἑαυτῶν φιλίαν· οἳ καὶ πρὸς ἀλλήλους ἔστιν ὅτε μὲν ὤκνουν εἰς ταὐτὸν ἰέναι, Ἀγησιλάῳ δὲ αὑτοὺς ἐνεχείριζον. ὅπως δὲ μή τις ἀπιστῇ, καὶ ὀνομάσαι βούλομαι τοὺς ἐπιφανεστάτους αὐτῶν.
Σπιθριδάτης μέν γε ὁ Πέρσης εἰδὼς ὅτι Φαρνάβαζος γῆμαι μὲν τὴν βασιλέως ἔπραττε θυγατέρα, τὴν δʼ αὐτοῦ ἄνευ γάμου λαβεῖν ἐβούλετο, ὕβριν νομίσας τοῦτο Ἀγησιλάῳ ἑαυτὸν καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα καὶ τὴν δύναμιν ἐνεχείρισε.
Κότυς δὲ ὁ τῶν Παφλαγόνων ἄρχων βασιλεῖ μὲν οὐχ ὑπήκουσε δεξιὰν πέμποντι, φοβούμενος μὴ ληφθεὶς ἢ χρήματα πολλὰ ἀποτείσειεν ἢ καὶ ἀποθάνοι, Ἀγησιλάου δὲ καὶ οὗτος ταῖς σπονδαῖς πιστεύσας εἰς τὸ στρατόπεδόν τε ἦλθε καὶ συμμαχίαν ποιησάμενος εἵλετο σὺν Ἀγησιλάῳ στρατεύεσθαι, χιλίους μὲν ἱππέας, δισχιλίους δὲ πελτοφόρους ἔχων.
ἀφίκετο δὲ καὶ Φαρνάβαζος Ἀγησιλάῳ εἰς λόγους καὶ διωμολόγησεν, εἰ μὴ αὐτὸς πάσης τῆς στρατιᾶς στρατηγὸς κατασταθείη, ἀποστήσεσθαι βασιλέως· ἢν μέντοι ἐγὼ γένωμαι στρατηγός, ἔφη, πολεμήσω σοι, ὦ Ἀγησίλαε, ὡς ἂν ἐγὼ δύνωμαι κράτιστα. καὶ ταῦτα λέγων ἐπίστευε μηδὲν ἂν παράσπονδον παθεῖν. οὕτω μέγα καὶ καλὸν κτῆμα τοῖς τε ἄλλοις ἅπασι καὶ ἀνδρὶ δὴ στρατηγῷ τὸ ὅσιόν τε καὶ πιστὸν εἶναί τε καὶ ὄντα ἐγνῶσθαι. καὶ περὶ μὲν εὐσεβείας ταῦτα.
περί γε μὴν τῆς εἰς χρήματα δικαιοσύνης ποῖα ἄν τις μείζω τεκμήρια ἔχοι τῶνδε; ὑπὸ γὰρ Ἀγησιλάου στέρεσθαι μὲν οὐδεὶς οὐδὲν πώποτε ἐνεκάλεσεν, εὖ δὲ πεπονθέναι πολλοὶ πολλὰ ὡμολόγουν. ὅτῳ δὲ ἡδὺ τὰ αὑτοῦ διδόναι ἐπʼ ὠφελείᾳ ἀνθρώπων, πῶς ἂν οὗτος ἐθέλοι τὰ ἀλλότρια ἀποστερεῖν ἐφʼ ᾧ κακόδοξος εἶναι; εἰ γὰρ χρημάτων ἐπιθυμοίη, πολὺ ἀπραγμονέστερον τὰ αὑτοῦ φυλάττειν ἢ τὰ μὴ προσήκοντα λαμβάνειν.
ὃς δὲ δὴ καὶ χάριτας ἀποστερεῖν μὴ ἐθέλοι, ὧν οὐκ εἰσὶ δίκαι πρὸς τὸν μὴ ἀποδιδόντα, πῶς ἅ γε καὶ νόμος κωλύει ἐθέλοι ἂν ἀποστερεῖν; Ἀγησίλαος δὲ οὐ μόνον τὸ μὴ ἀποδιδόναι χάριτας ἄδικον ἔκρινεν, ἀλλὰ καὶ τὸ μὴ πολὺ μείζους τὸν μείζω δυνάμενον.
τά γε μὴν τῆς πόλεως κλέπτειν πῇ ἄν τις αὐτὸν εἰκότως αἰτιάσαιτο, ὃς καὶ τὰς αὐτῷ χάριτας ὀφειλομένας τῇ πατρίδι καρποῦσθαι παρεδίδου; τὸ δʼ, ὁπότε βούλοιτο εὖ ποιεῖν ἢ πόλιν ἢ φίλους χρήμασι, δύνασθαι παρʼ ἑτέρων λαμβάνοντα ὠφελεῖν, οὐ καὶ τοῦτο μέγα τεκμήριον ἐγκρατείας χρημάτων;
εἰ γὰρ ἐπώλει τὰς χάριτας ἢ μισθοῦ εὐεργέτει, οὐδεὶς ἂν οὐδὲν ὀφείλειν αὐτῷ ἐνόμισεν· ἀλλʼ οἱ προῖκα εὖ πεπονθότες, οὗτοι ἀεὶ ἡδέως ὑπηρετοῦσι τῷ εὐεργέτῃ, καὶ διότι εὖ ἔπαθον καὶ διότι προεπιστεύθησαν ἄξιοι εἶναι παρακαταθήκην χάριτος φυλάττειν.
ὅστις δʼ ᾑρεῖτο καὶ σὺν τῷ γενναίῳ μειονεκτεῖν ἢ σὺν τῷ ἀδίκῳ πλέον ἔχειν, πῶς οὗτος οὐκ ἂν πολὺ τὴν αἰσχροκέρδειαν ἀποφεύγοι; ἐκεῖνος τοίνυν κριθεὶς ὑπὸ τῆς πόλεως ἅπαντα ἔχειν τὰ Ἄγιδος τὰ ἡμίσεα τοῖς ἀπὸ μητρὸς αὐτῷ ὁμογόνοις μετέδωκεν, ὅτι πενομένους αὐτοὺς ἑώρα. ὡς δὲ ταῦτα ἀληθῆ πᾶσα μάρτυς ἡ τῶν Λακεδαιμονίων πόλις.
διδόντος δʼ αὐτῷ πάμπολλα δῶρα Τιθραύστου, εἰ ἀπέλθοι ἐκ τῆς χώρας, ἀπεκρίνατο ὁ Ἀγησίλαος· ὦ Τιθραύστα, νομίζεται παρʼ ἡμῖν τῷ ἄρχοντι κάλλιον εἶναι τὴν στρατιὰν ἢ ἑαυτὸν πλουτίζειν, καὶ παρὰ τῶν πολεμίων λάφυρα μᾶλλον πειρᾶσθαι ἢ δῶρα λαμβάνειν.