17.11
λέγεις σύ, ἔφην ἐγώ, ὦ Ἰσχόμαχε, τῇ ἀσθενεστέρᾳ γῇ μεῖον δεῖν τὸ σπέρμα ἐμβαλεῖν; ναὶ μὰ Δίʼ, ἔφη, ὦ Σώκρατες, καὶ σύ γε συνομολογεῖς, λέγων ὅτι νομίζεις τοῖς ἀσθενεστέροις πᾶσι μείω προστάττειν πράγματα.
17.12
τοὺς δὲ δὴ σκαλέας, ἔφην ἐγώ, ὦ Ἰσχόμαχε, τίνος ἕνεκα ἐμβάλλετε τῷ σίτῳ; οἶσθα δήπου, ἔφη, ὅτι ἐν τῷ χειμῶνι πολλὰ ὕδατα γίγνεται. τί γὰρ οὔ; ἔφην ἐγώ. οὐκοῦν θῶμεν τοῦ σίτου καὶ κατακρυφθῆναί τινα ὑπʼ αὐτῶν ἰλύος ἐπιχυθείσης καὶ ψιλωθῆναί τινας ῥίζας ὑπὸ ῥεύματος. καὶ ὕλη δὲ πολλάκις ὑπὸ τῶν ὑδάτων δήπου συνεξορμᾷ τῷ σίτῳ καὶ παρέχει πνιγμὸν αὐτῷ. πάντα, ἔφην ἐγώ, εἰκὸς ταῦτα γίγνεσθαι.
17.13
οὐκοῦν δοκεῖ σοι, ἔφη, ἐνταῦθα ἤδη ἐπικουρίας τινὸς δεῖσθαι ὁ σῖτος; πάνυ μὲν οὖν, ἔφην ἐγώ. τῷ οὖν κατιλυθέντι τί ἂν ποιοῦντες δοκοῦσιν ἄν σοι ἐπικουρῆσαι; ἐπικουφίσαντες, ἔφην ἐγώ, τὴν γῆν. τί δέ, ἔφη, τῷ ἐψιλωμένῳ τὰς ῥίζας; ἀντιπροσαμησάμενοι τὴν γῆν ἄν, ἔφην ἐγώ.
17.14
τί γάρ, ἔφη, ἂν ὕλη πνίγῃ συνεξορμῶσα τῷ σίτῳ καὶ διαρπάζουσα τοῦ σίτου τὴν τροφὴν ὥσπερ οἱ κηφῆνες διαρπάζουσιν ἄχρηστοι ὄντες τῶν μελιττῶν ἃ ἂν ἐκεῖναι ἐργασάμεναι τροφὴν καταθῶνται; ἐκκόπτειν ἂν νὴ Δία [;τὴν τροφὴν]; δέοι τὴν ὕλην, ἔφην ἐγώ, ὥσπερ τοὺς κηφῆνας ἐκ τῶν σμηνῶν ἀφαιρεῖν.
17.15
οὐκοῦν, ἔφη, εἰκότως σοι δοκοῦμεν ἐμβαλεῖν τοὺς σκαλέας; πάνυ γε. ἀτὰρ ἐνθυμοῦμαι, ἔφην ἐγώ, ὦ Ἰσχόμαχε, οἷόν ἐστι τὸ εὖ τὰς εἰκόνας ἐπάγεσθαι. πάνυ γὰρ σύ με ἐξώργισας πρὸς τὴν ὕλην τοὺς κηφῆνας εἰπών, πολὺ μᾶλλον ἢ ὅτε περὶ αὐτῆς τῆς ὕλης ἔλεγες.