Thesauros Literature History Economics

Economics

Economics Xenophon
16.4 ἂν δʼ ἄρα διʼ ἀργίαν τῶν ἐχόντων αὐτὴν μὴ ἔχῃ τὴν ἑαυτῆς δύναμιν ἐπιδεικνύναι, ἔστι καὶ παρὰ γείτονος τόπου πολλάκις ἀληθέστερα περὶ αὐτῆς γνῶναι ἢ παρὰ γείτονος ἀνθρώπου πυθέσθαι.
16.5 καὶ χερσεύουσα δὲ ὅμως ἐπιδείκνυσι τὴν αὑτῆς φύσιν· ἡ γὰρ τὰ ἄγρια καλὰ φύουσα δύναται θεραπευομένη καὶ τὰ ἥμερα καλὰ ἐκφέρειν. φύσιν μὲν δὴ γῆς οὕτως καὶ οἱ μὴ πάνυ ἔμπειροι γεωργίας ὅμως δύνανται διαγιγνώσκειν.
16.6 ἀλλὰ τοῦτο μέν, ἔφην ἐγώ, ὦ Ἰσχόμαχε, ἱκανῶς ἤδη μοι δοκῶ ἀποτεθαρρηκέναι, ὡς οὐ δεῖ φοβούμενον μὴ οὐ γνῶ τῆς γῆς φύσιν ἀπέχεσθαι γεωργίας.
16.7 καὶ γὰρ δή, ἔφην, ἀνεμνήσθην τὸ τῶν ἁλιέων, ὅτι θαλαττουργοὶ ὄντες καὶ οὔτε καταστήσαντες ἐπὶ θέαν οὔθʼ ἥσυχοι βαδίζοντες, ἀλλὰ παρατρέχοντες ἅμα τοὺς ἀγρούς, ὅταν ὁρῶσι τοὺς καρποὺς ἐν τῇ γῇ, ὅμως οὐκ ὀκνοῦσιν ἀποφαίνεσθαι περὶ τῆς γῆς ὁποία τε ἀγαθή ἐστι καὶ ὁποία κακή, ἀλλὰ τὴν μὲν ψέγουσι, τὴν δʼ ἐπαινοῦσι. καὶ πάνυ τοίνυν τοῖς ἐμπείροις γεωργίας ὁρῶ αὐτοὺς τὰ πλεῖστα κατὰ ταὐτὰ ἀποφαινομένους περὶ τῆς ἀγαθῆς γῆς.
16.8 πόθεν οὖν βούλῃ, ἔφη, ὦ Σώκρατες, ἄρξωμαί σε τῆς γεωργίας ὑπομιμνῄσκειν; οἶδα γὰρ ὅτι ἐπισταμένῳ σοι πάνυ πολλὰ φράσω ὡς δεῖ γεωργεῖν.
16.9 ἐκεῖνό μοι δοκῶ, ἔφην ἐγώ, ὦ Ἰσχόμαχε, πρῶτον ἂν ἡδέως μανθάνειν (φιλοσόφου γὰρ μάλιστά ἐστιν ἀνδρός) ὅπως ἂν ἐγώ, εἰ βουλοίμην, γῆν ἐργαζόμενος πλείστας κριθὰς καὶ πλείστους πυροὺς λαμβάνοιμι.
16.10 οὐκοῦν τοῦτο μὲν οἶσθα, ὅτι τῷ σπόρῳ νεὸν δεῖ ὑπεργάζεσθαι;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme