Thesauros Literature History Economics

Economics

Economics Xenophon
11.25 ἤδη δʼ, ἔφη, ὦ Σώκρατες, καὶ διειλημμένως πολλάκις ἐκρίθην ὅ τι χρὴ παθεῖν ἢ ἀποτεῖσαι. ὑπὸ τοῦ, ἔφην ἐγώ, ὦ Ἰσχόμαχε; ἐμὲ γὰρ δὴ τοῦτο ἐλάνθανεν. ὑπὸ τῆς γυναικός, ἔφη. καὶ πῶς δή, ἔφην ἐγώ, ἀγωνίζει; ὅταν μὲν ἀληθῆ λέγειν συμφέρῃ, πάνυ ἐπιεικῶς· ὅταν δὲ ψευδῆ, τὸν ἥττω λόγον, ὦ Σώκρατες, οὐ μὰ τὸν Δία οὐ δύναμαι κρείττω ποιεῖν. καὶ ἐγὼ εἶπον· ἴσως γάρ, ὦ Ἰσχόμαχε, τὸ ψεῦδος οὐ δύνασαι ἀληθὲς ποιεῖν.
12.1 ἀλλὰ γάρ, ἔφην ἐγώ, μή σε κατακωλύω, ὦ Ἰσχόμαχε, ἀπιέναι ἤδη βουλόμενον. μὰ Δίʼ, ἔφη, ὦ Σώκρατες· ἐπεὶ οὐκ ἂν ἀπέλθοιμι πρὶν ἂν παντάπασιν ἡ ἀγορὰ λυθῇ.
12.2 νὴ Δίʼ, ἔφην ἐγώ, φυλάττῃ γὰρ ἰσχυρῶς μὴ ἀποβάλῃς τὴν ἐπωνυμίαν, τὸ ἀνὴρ καλὸς κἀγαθὸς κεκλῆσθαι. νῦν γὰρ πολλῶν σοι ἴσως ὄντων ἐπιμελείας δεομένων, ἐπεὶ συνέθου τοῖς ξένοις, ἀναμένεις αὐτούς, ἵνα μὴ ψεύσῃ. ἀλλά τοι, ὦ Σώκρατες, ἔφη ὁ Ἰσχόμαχος, οὐδʼ ἐκεῖνά μοι ἀμελεῖται ἃ σὺ λέγεις· ἔχω γὰρ ἐπιτρόπους ἐν τοῖς ἀγροῖς.
12.3 πότερα δέ, ἐγὼ ἔφην, ὦ Ἰσχόμαχε, ὅταν δεηθῇς ἐπιτρόπου, καταμαθὼν ἄν που ᾖ ἐπιτροπευτικὸς ἀνήρ, τοῦτον πειρᾷ ὠνεῖσθαι, ὥσπερ, ὅταν τέκτονος δεηθῇς, καταμαθὼν εὖ οἶδʼ ὅτι ἄν που ἴδῃς τεκτονικόν, τοῦτον πειρᾷ κτᾶσθαι, ἢ αὐτὸς παιδεύεις τοὺς ἐπιτρόπους;
12.4 αὐτὸς νὴ Δίʼ, ἔφη, ὦ Σώκρατες, πειρῶμαι παιδεύειν. καὶ γὰρ ὅστις μέλλει ἀρκέσειν, ὅταν ἐγὼ ἀπῶ, ἀντʼ ἐμοῦ ἐπιμελόμενος, τί αὐτὸν καὶ δεῖ ἄλλο ἐπίστασθαι ἢ ἅπερ ἐγώ; εἴπερ γὰρ ἱκανός εἰμι τῶν ἔργων προστατεύειν, κἂν ἄλλον δήπου δυναίμην διδάξαι ἅπερ αὐτὸς ἐπίσταμαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme