Thesauros Literature History Memorabilia

Memorabilia

Memorabilia Xenophon

Book 3

11.14 πῶς οὖν ἄν, ἔφη, ἐγὼ λιμὸν ἐμποιεῖν τῶν παρʼ ἐμοὶ δυναίμην; εἰ νὴ Δίʼ, ἔφη, πρῶτον μὲν τοῖς κεκορεσμένοις μήτε προσφέροις μήτε ὑπομιμνῄσκοις, ἕως ἂν τῆς πλησμονῆς παυσάμενοι πάλιν δέωνται, ἔπειτα τοὺς δεομένους ὑπομιμνῄσκοις ὡς κοσμιωτάτῃ τε ὁμιλίᾳ καὶ τῷ μὴ φαίνεσθαι βουλομένη χαρίζεσθαι καὶ διαφεύγουσα, ἕως ἂν ὡς μάλιστα δεηθῶσι· τηνικαῦτα γὰρ πολὺ διαφέρει τὰ αὐτὰ δῶρα ἢ πρὶν ἐπιθυμῆσαι διδόναι.
11.15 καὶ ἡ Θεοδότη, τί οὖν οὐ σύ μοι, ἔφη, ὦ Σώκρατες, ἐγένου συνθηρατὴς τῶν φίλων; ἐάν γε νὴ Δίʼ, ἔφη, πείθῃς με σύ. πῶς οὖν ἄν, ἔφη, πείσαιμί σε; ζητήσεις, ἔφη, τοῦτο αὐτὴ καὶ μηχανήσει, ἐάν τί μου δέῃ.
11.16 εἴσιθι τοίνυν, ἔφη, θαμινά. καὶ ὁ Σωκράτης ἐπισκώπτων τὴν αὑτοῦ ἀπραγμοσύνην, ἀλλʼ, ὦ Θεοδότη, ἔφη, οὐ πάνυ μοι ῥᾴδιόν ἐστι σχολάσαι· καὶ γὰρ ἴδια πράγματα πολλὰ καὶ δημόσια παρέχει μοι ἀσχολίαν· εἰσὶ δὲ καὶ φίλαι μοι, αἳ οὔτε ἡμέρας οὔτε νυκτὸς ἀφʼ αὑτῶν ἐάσουσί με ἀπιέναι, φίλτρα τε μανθάνουσαι παρʼ ἐμοῦ καὶ ἐπῳδάς.
11.17 ἐπίστασαι γάρ, ἔφη, καὶ ταῦτα, ὦ Σώκρατες; ἀλλὰ διὰ τί οἴει, ἔφη, Ἀπολλόδωρόν τε τόνδε καὶ Ἀντισθένη οὐδέποτέ μου ἀπολείπεσθαι; διὰ τί δὲ καὶ Κέβητα καὶ Σιμίαν Θήβηθεν παραγίγνεσθαι; εὖ ἴσθι ὅτι ταῦτα οὐκ ἄνευ πολλῶν φίλτρων τε καὶ ἐπῳδῶν καὶ ἰύγγων ἐστί.
11.18 χρῆσον τοίνυν μοι, ἔφη, τὴν ἴυγγα, ἵνα ἐπὶ σοὶ πρῶτον ἕλκω αὐτήν. ἀλλὰ μὰ Δίʼ, ἔφη, οὐκ αὐτὸς ἕλκεσθαι πρὸς σὲ βούλομαι, ἀλλὰ σὲ πρὸς ἐμὲ πορεύεσθαι. ἀλλὰ πορεύσομαι, ἔφη· μόνον ὑποδέχου. ἀλλʼ ὑποδέξομαί σε, ἔφη, ἂν μή τις φιλωτέρα σου ἔνδον ᾖ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme