Thesauros Literature History Ἱστορίαι

Ἱστορίαι

Ἱστορίαι Herodotus

Book 5

 
μετὰ δὲ παρεόντων καὶ διαβάντων τὸν Μαίανδρον τῶν Περσέων, ἐνθαῦτα ἐπὶ τῷ Μαρσύῃ ποταμῷ συνέβαλόν τε τοῖσι Πέρσῃσι οἱ Κᾶρες καὶ μάχην ἐμαχέσαντο ἰσχυρὴν καὶ ἐπὶ χρόνον πολλόν, τέλος δὲ ἑσσώθησαν διὰ πλῆθος. Περσέων μὲν δὴ ἔπεσον ἄνδρες ἐς δισχιλίους, Καρῶν δὲ ἐς μυρίους.
 
ἐνθεῦτεν δὲ οἱ διαφυγόντες αὐτῶν κατειλήθησαν ἐς Λάβραυνδα ἐς Διὸς στρατίου ἱρόν, μέγα τε καὶ ἅγιον ἄλσος πλατανίστων. μοῦνοι δὲ τῶν ἡμεῖς ἴδμεν Κᾶρες εἰσὶ οἳ Διὶ στρατίῳ θυσίας ἀνάγουσι. κατειληθέντες δὲ ὦν οὗτοι ἐνθαῦτα ἐβουλεύοντο περὶ σωτηρίης, ὁκότερα ἢ παραδόντες σφέας αὐτοὺς Πέρσῃσι ἢ ἐκλιπόντες τὸ παράπαν τὴν Ἀσίην ἄμεινον πρήξουσι.
 
βουλευομένοισι δέ σφι ταῦτα παραγίνονται βοηθέοντες Μιλήσιοί τε καὶ οἱ τούτων σύμμαχοι· ἐνθαῦτα δὲ τὰ μὲν πρότερον οἱ Κᾶρες ἐβουλεύοντο μετῆκαν, οἳ δὲ αὖτις πολεμέειν ἐξ ἀρχῆς ἀρτέοντο. καὶ ἐπιοῦσί τε τοῖσι Πέρσῃσι συμβάλλουσι καὶ μαχεσάμενοι ἐπὶ πλέον ἢ πρότερον ἑσσώθησαν· πεσόντων δὲ τῶν πάντων πολλῶν μάλιστα Μιλήσιοι ἐπλήγησαν.
 
μετὰ δὲ τοῦτο τὸ τρῶμα ἀνέλαβόν τε καὶ ἀνεμαχέσαντο οἱ Κᾶρες· πυθόμενοι γὰρ ὡς στρατεύεσθαι ὁρμέαται οἱ Πέρσαι ἐπὶ τὰς πόλις σφέων, ἐλόχησαν τὴν ἐν Πηδάσῳ ὁδόν, ἐς τὴν ἐμπεσόντες οἱ Πέρσαι νυκτὸς διεφθάρησαν καὶ αὐτοὶ καὶ οἱ στρατηγοὶ αὐτῶν Δαυρίσης καὶ Ἀμόργης καὶ Σισιμάκης· σὺν δέ σφι ἀπέθανε καὶ Μύρσος ὁ Γύγεω. τοῦ δὲ λόχου τούτου ἡγεμὼν ἦν Ἡρακλείδης Ἰβανώλλιος ἀνὴρ Μυλασσεύς.
 
οὗτοι μέν νυν τῶν Περσέων οὕτω διεφθάρησαν· Ὑμαίης δὲ καὶ αὐτὸς ἐὼν τῶν ἐπιδιωξάντων τοὺς ἐς Σάρδις στρατευσαμένους Ἰώνων, τραπόμενος ἐς τὸν Προποντίδα εἷλε Κίον τὴν Μυσίην·
 
ταύτην δὲ ἐξελών, ὡς ἐπύθετο τὸν Ἑλλήσποντον ἐκλελοιπέναι Δαυρίσην καὶ στρατεύεσθαι ἐπὶ Καρίης, καταλιπὼν τὴν Προποντίδα ἐπὶ τὸν Ἑλλήσποντον ἦγε τὸν στρατόν, καὶ εἷλε μὲν Αἰολέας πάντας ὅσοι τὴν Ἰλιάδα νέμονται, εἷλε δὲ Γέργιθας τοὺς ὑπολειφθέντας τῶν ἀρχαίων Τευκρῶν· αὐτός τε Ὑμαίης αἱρέων ταῦτα τὰ ἔθνεα νούσῳ τελευτᾷ ἐν τῇ Τρῳάδι.
 
οὗτος μὲν δὴ οὕτω ἐτελεύτησε, Ἀρταφρένης δὲ ὁ Σαρδίων ὕπαρχος καὶ Ὀτάνης ὁ τρίτος στρατηγὸς ἐτάχθησαν ἐπὶ τὴν Ἰωνίην καὶ τὴν προσεχέα Αἰολίδα στρατεύεσθαι. Ἰωνίης μέν νυν Κλαζομενὰς αἱρέουσι, Αἰολέων δὲ Κύμην.
 
ἁλισκομενέων δὲ τῶν πολίων, ἦν γὰρ ὡς διέδεξε Ἀρισταγόρης ὁ Μιλήσιος ψυχὴν οὐκ ἄκρος, ὃς ταράξας τὴν Ἰωνίην καὶ ἐγκερασάμενος πρήγματα μεγάλα δρησμὸν ἐβούλευε ὁρέων ταῦτα· πρὸς δέ οἱ καὶ ἀδύνατα ἐφάνη βασιλέα Δαρεῖον ὑπερβαλέσθαι·
 
πρὸς ταῦτα δὴ ὦν συγκαλέσας τοὺς συστασιώτας ἐβουλεύετο, λέγων ὡς ἄμεινον σφίσι εἴη κρησφύγετόν τι ὑπάρχον εἶναι, ἢν ἄρα ἐξωθέωνται ἐκ τῆς Μιλήτου, εἴτε δὴ ὦν ἐς Σαρδὼ ἐκ τοῦ τόπου τούτου ἄγοι ἐς ἀποικίην, εἴτε ἐς Μύρκινον τὴν Ἠδωνῶν, τὴν Ἱστιαῖος ἐτείχεε παρὰ Δαρείου δωρεὴν λαβών. ταῦτα ἐπειρώτα ὁ Ἀρισταγόρης.
 
Ἑκαταίου μέν νυν τοῦ Ἡγησάνδρου, ἀνδρὸς λογοποιοῦ, τουτέων μὲν ἐς οὐδετέρην στέλλειν ἔφερε ἡ γνώμη, ἐν Λέρῳ δὲ τῇ νήσῳ τεῖχος οἰκοδομησάμενον ἡσυχίην ἄγειν, ἢν ἐκπέσῃ ἐκ τῆς Μιλήτου· ἔπειτα δὲ ἐκ ταύτης ὁρμώμενον κατελεύσεσθαι ἐς τὴν Μίλητον.
 
ταῦτα μὲν δὴ Ἑκαταῖος συνεβούλευε, αὐτῷ δὲ Ἀρισταγόρῃ ἡ πλείστη γνώμη ἦν ἐς τὴν Μύρκινον ἀπάγειν. τὴν μὲν δὴ Μίλητον ἐπιτράπει Πυθαγόρῃ ἀνδρὶ τῶν ἀστῶν δοκίμῳ, αὐτὸς δὲ παραλαβὼν πάντα τὸν βουλόμενον ἔπλεε ἐς τὴν Θρηίκην, καὶ ἔσχε τὴν χώρην ἐπʼ ἣν ἐστάλη·
 
ἐκ δὲ ταύτης ὁρμώμενος ἀπόλλυται ὑπὸ Θρηίκων αὐτός τε ὁ Ἀρισταγόρης καὶ ὁ στρατὸς αὐτοῦ, πόλιν περικατήμενος καὶ βουλομένων τῶν Θρηίκων ὑποσπόνδων ἐξιέναι.
← Previous 9 / 9

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme