18.45
τοσούτων μὲν ἀνθρώπων ἐγένετο φθόρος, Ἰουστινιανοῦ πρότερον Ῥωμαίοις διοικουμένου τὴν πολιτείαν καὶ ὕστερον τὴν αὐτοκράτορα ἀρχὴν ἔχοντος.
19.1
Ὅπως δὲ καὶ τὰ χρήματα ἀφείλετο ἁπαξάπαντα ἐρῶν ἔρχομαι, ὄψιν ὀνείρου ὑπειπὼν πρότερον ἥνπερ κατ’ ἀρχὰς τῆς Ἰουστίνου βασιλείας τῶν τινι ἐπιφανῶν ἰδεῖν ξυνηνέχθη.
19.2
ἔφη γάρ οἱ δοκεῖν ἐν τῷ ὀνείρῳ ἑστάναι μέν που ἐν Βυζαντίῳ παρὰ τὴν τῆς θαλάσσης ἠιόνα, ἣ δὴ Χαλκηδόνος καταντικρύ ἐστιν, ὁρᾶν δὲ τοῦτον κατὰ τὸν ἐκείνῃ πορθμὸν ἑστῶτα μέσον.
19.3
καὶ πρῶτον μὲν τοι τὸ ὕδωρ τῆς θαλάσσης αὐτὸν ἐκπιεῖν ὅλον, ὥστε οἴεσθαι τὸ λοιπὸν αὐτὸν ἐπὶ τῆς ἠπείρου ἑστάναι, οὐκέτι τοῦ πορθμοῦ ταύτῃ ἐπιόντος, ἔπειτα δὲ ὕδωρ ἄλλο ῥύπου τε πολλοῦ καὶ φορυτοῦ γέμον, βρύσαν ἐξ ὑπονόμων ἑκατέρωθεν ὄντων, ἐνταῦθα γενέσθαι, καὶ αὐτὸ μὲν τοῦτον ἐκπιεῖν ἅμα, γυμνόν τε αὖθις ἐξεργάσασθαι τοῦ πορθμοῦ χῶρον.
19.4
Ἡ μὲν τοῦ ὀνείρου ὄψις ἐδήλου τοιαῦτα. Ἰουστινιανὸς δὲ οὗτος, ἡνίκα οἱ ὁ θεῖος Ἰουστῖνος τὴν βασιλείαν παρέλαβε, χρημάτων δημοσίων ἔμπλεων τὴν πολιτείαν εὗρεν.
19.5
Ἀναστάσιος γὰρ προνοητικώτατός τε ἅμα καὶ οἰκονομικώτατος πάντων αὐτοκρατόρων γενόμενος, δείσας ὅπερ ἐγένετο, μή οἱ ὁ τὴν βασιλείαν ἐκδεξόμενος χρημάτων ὑποσπανίζων ἴσως τοὺς κατηκόους ληΐζηται, χρυσοῦ τοὺς θησαυροὺς ἅπαντας κατακόρως ἐμπλησάμενος, τὸν βίον ξυνεμετρήσατο.
19.6
οὕσπερ ἅπαντας Ἰουστινιανὸς ὡς τάχιστα διεσπάσατο, πὴ μὲν θαλασσίοις οἰκοδομίαις λόγον οὐκ ἐχούσαις, πὴ δὲ τῇ ἐς τοὺς βαρβάρους φιλότητι· καίτοι ᾠήθη ἄν τις αὐτοὺς βασιλεῖ ἐς ἄγαν ἀσώτῳ ἐσομένῳ ἐτῶν ἑκατὸν ἐπαρκέσειν.