2.9
ἄνθρωποι. ὥρα σοι τοίνυν μὴ περιιδεῖν ἐμὲ μὲν πρὸς τῇ τῆς οἰκίας διαφθορᾷ καὶ χρημάτων ἐστερημένον τοσούτων τὸ πλῆθος, τὴν δὲ μητέρα τὴν σὴν αἶσχος ἀναδουμένην οὕτω δὴ μέγα πρὸς πάντων ἀνθρώπων.
2.10
ἐνθυμοῦ τε ὡς αἱ τῶν γυναικῶν ἁμαρτάδες οὐκ ἐπὶ τοὺς ἄνδρας ἵενται μόνον, ἀλλὰ καὶ παίδων ἅπτονται μᾶλλον, οὕς γε καὶ δόξαν τινὰ φέρεσθαι ἐκ τοῦ ἐπὶ πλεῖστον συμβήσεται, ὡς φύσει τὸν τρόπον ταῖς γειναμέναις ἐοίκασιν.
2.11
οὑτωσί τε λογίζου περὶ ἐμοῦ, ὡς ἐγὼ τὴν γυναῖκα τὴν ἐμαυτοῦ πάνυ μὲν φιλῶ, καὶ ἤν μοι τίσασθαι τὸν διαφθορέα τῆς οἰκίας ἐξῇ, οὐδὲν αὐτὴν ἐργάσομαι φαῦλον, περιόντος δὲ Θεοδοσίου ταύτῃ τὸ ἔγκλημα ἐπιχωρεῖν οὐκ ἂν δυναίμην.”
2.12
Ταῦτα ἀκούσας ὁ Φώτιος ὑπηρετήσειν μὲν ὡμολόγει ἐς ἅπαντα, δεδιέναι δὲ μή τι λάβοι ἐνθένδε κακὸν, τὸ θαρσεῖν ἐπὶ τῷ ἀβεβαίῳ τῆς Βελισαρίου γνώμης τά γε ἐς τὴν γυναῖκα οὐ σφόδρα ἔχων· ἄλλα τε γὰρ αὐτὸν πολλὰ καὶ τὸ Μακεδονίας δυσωπεῖν πάθος.
2.13
διὸ δὴ ἄμφω ἅπαντας ἀλλήλοιν ὠμοσάτην ὅσοι δὴ ἐν Χριστιανοῖς δεινότατοι ὅρκοι εἰσί τε καὶ ὀνομάζονται, μήποτε ἀλλήλω καταπροήσεσθαι ἄχρι τῶν ἐς τὸν ὄλεθρον φερόντων κινδύνων.
2.14
ἐν μὲν οὖν τῷ παρόντι τῷ ἔργῳ ἐγχειρεῖν ἔδοξε σφίσιν ἀξύμφορον εἶναι, ὁπηνίκα δὲ Ἀντωνίνα ἐκ Βυζαντίου ἀφίκηται, ἐς δὲ τὴν Ἔφεσον Θεοδόσιος ἴοι, τηνικάδε τοῦ χρόνου Φώτιον ἐν τῇ Ἐφέσῳ γενόμενον Θεοδόσιόν τε καὶ τὰ χρήματα οὐδενὶ πόνῳ χειρώσασθαι.
2.15
τότε μὲν οὖν αὐτοί τε τὴν ἐσβολὴν παντὶ τῷ στρατῷ ἐς τὴν Περσίδα πεποίηνται χώραν, ἀμφί τε Ἰωάννῃ τῷ Καππαδόκῃ ἐν Βυζαντίῳ ξυνηνέχθη γενέσθαι ἅπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις δεδήλωται.