12.2
ἀλλ’ ὁ μὲν χρημάτων τὸ πλοῖον τῶν τιμιωτάτων ἐμπλησάμενος τὰ ἐς τὴν ἀναγωγὴν διέθετο· ἦσαν γὰρ αὐτῷ σταθμός τε ἀργύρου ἀναρίθμητος καὶ χρυσώματα μαργάροις τε καὶ σμαράγδοις καλλωπισθέντα καὶ λίθοις ἄλλοις τοιούτοις ἐντίμοις· οἱ δὲ τινας ἀναπείσαντες τῶν οἱ πιστοτάτων εἷναι δοκούντων τὰ μὲν χρήματα ἐνθένδε ὅτι τάχιστα ἐκφορήσαντες, πῦρ δὲ ἐν κοίλῃ νηὶ ἐμβεβλημένοι τῷ Ζήνωνι ἀπαγγέλλειν ἐκέλευον ἀπὸ ταὐτομάτου τήν τε φλόγα ἐν τῷ πλοίῳ ξυνενηνέχθαι καὶ διολωλέναι τὰ χρήματα.
12.3
χρόνῳ δὲ ὕστερον Ζήνωνι μὲν ἐξαπιναίως ἀπογενέσθαι ξυνέπεσεν, αὐτοὶ δὲ κύριοι τῆς οὐσίας εὐθὺς ἅτε κληρονόμοι γεγόνασι.
12.4
διαθήκην γάρ τινα προὔφερον, ἥνπερ οὐ παρ’ ἐκείνου ξυγκεῖσθαι διατεθρύλληται.
12.5
Καὶ Τατιανοῦ τε καὶ Δημοσθένους καὶ τῆς Ἱλαρᾶς τρόπῳ τῷ ὁμοίῳ σφᾶς αὐτοὺς κληρονόμους πεποίηνται, οἵπερ τά τε ἄλλα καὶ τὸ ἀξίωμα πρῶτοι ἔν γε Ῥωμαίων τῇ βουλῇ ἦσαν. τινῶν δὲ οὐ διαθήκας, ἀλλ̓ ἐπιστολὰς διεσκευασμένοι τὴν οὐσίαν ἔσχον.
12.6
οὕτω γὰρ Διονυσίου τε κληρονόμοι γεγόνασιν, ὃς ἐν Λιβάνῳ ᾤκει, καὶ Ἰωάννου τοῦ Βασιλείου παιδὸς, ὃς δὴ ἐπιφανέστατος μὲν Ἐδεσσηνῶν ἐγεγόνει πάντων, βίᾳ δὲ πρὸς Βελισαρίου ἐν ὁμήρων λόγῳ ἐκδέδοται τοῖς Πέρσαις, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη.
12.7
τοῦτον γὰρ τὸν Ἰωάννην ὁ μὲν Χοσρόης οὐκέτι ἠφίει, ἐπικαλῶν Ῥωμαίοις ἠλογηκέναι τὰ ξυγκείμενα πάντα, ἐφ’ οἷς αὐτῷ πρὸς Βελισαρίου δοθεὶς ἐτύγχανεν ἀποδίδοσθαι μέντοι ἅτε δορυάλωτον γεγονότα ἠξίου.
12.8
ἡ δὲ τοῦ ἀνδρὸς μάμμη ʽπεριοῦσα γὰρ ἔτι ἐτύγχανἐ τὰ λύτρα παρεχομένη οὐχ ἧσσον ἢ δισχιλίας λίτρας ἀργύρου τὸν υἱωνὸν ὠνήσεσθαι ἐπίδοξος ἦν.